35019 matches in 20127 texts. | 3901-4000 4001-4100 4101-4200 4201-4300 4301-4400 4401-4500 4501-4600 4601-4700 4701-4800 4801-4900 |
4742 | 0.3670% | Attica (IG I-III) |
1347 | 0.5375% | Peloponnesos (IG IV-[VI]) |
4295 | 0.6745% | Central Greece (IG VII-IX) |
1217 | 0.6839% | Northern Greece (IG X) |
1982 | 0.9755% | Thrace and the Lower Danube (IG X) |
266 | 0.3182% | North Shore of the Black Sea |
5522 | 0.4850% | Aegean Islands, incl. Crete (IG XI-[XIII]) |
11048 | 0.9026% | Asia Minor |
234 | 0.7969% | Cyprus ([IG XV]) |
989 | 1.6301% | Greater Syria and the East |
1345 | 0.6025% | Egypt, Nubia and Cyrenaïca |
193 | 1.1034% | North Africa |
1561 | 1.1309% | Sicily, Italy, and the West (IG XIV) |
278 | 1.1256% | Upper Danube |
- FD III 3:181
- Delphi : Phokis : Delphi
Νεικοπολείτης, τὸ ἀνάλημμα τό τε ἔσω τὸ ὑπὸ τοὺς
ἀνδριάντας καὶ τὸ ἔξωθεν ἐποίησαν ἐκ τῶν τοῦ Πυ-
θίου Ἀπόλλωνος τόκων καὶ προσόδων.
- FD III 3:185
- Delphi : Phokis : Delphi
Ἀθηναίων Ἀσωποδώρου· Σικυωνίων Εὐθυδάμου· ἐπειδὴ Σωκράτης Τελεσία
Κνίδιος καὶ Ἀλεξεινίδης Φιλωνίδου Ἠλεῖος ἐν Αἰτωλίαι οἰκῶν ἐμήνυσαν
ἱερὰ χρήματα τῶι θεῶι καὶ κρίναντες ἐπὶ τῶν ἱερομνημόνων φανερὰ ἐποίησαν
τὰ χρήματα καὶ ἐνέβαλον εἰς τὸ κιβώτιον κατάδικον μυρίων στατήρων Ζήνωνα
Σολέα· δεδόχθαι τοῖς ἱερομνήμοσιν, δοῦναι Σωκράτει καὶ Ἀλεξεινίδηι προ[δι]κίαν
καὶ ἀσφάλειαν καὶ ἐπιτιμὰν καὶ αὐτοῖς καὶ ἐκγόνοις καθὰ καὶ τοῖς ἄλλοις δίδονται
- FD III 3:187
- Delphi : Phokis : Delphi
θεοί.
Δελφοὶ ἔδωκαν Ἀλεξεινίδηι Φιλωνίδου Ἠλείωι αὐτῶι καὶ ἐκγόνοις προξενίαν, προμαντείαν,
προεδρίαν, προδικίαν, ἀσυλίαν, ἀτέλειαν πάντων καὶ τἄλλα ὅσα καὶ τοῖς ἄλλοις προξένοις
- FD III 3:189
- Delphi : Phokis : Delphi
θεοί.
Δελφοὶ ἔδωκαν Πρωτολάωι vac. Μαλιεῖ ἐξ Ἐχίνου αὐτῶι καὶ ἐκγόνοις προξενίαν, προμαντεί-
αν, προεδρίαν, προδικίαν, ἀσυλίαν, ἀτέλειαν πάντων καὶ τἄλλα ὅσα καὶ τοῖς ἄλλοις προξέ-
- FD III 3:190
- Delphi : Phokis : Delphi
[ἀδικήσα]ντας τὸν θεὸν γραψάμεν[ο]ι δίκαν ἱερὰν ἔκριναν
[κ]αὶ ἐ[ξ]ήλ[εγξ]αν καὶ κατεδίκασα[ν πάν?]τα κατὰ τῶν ἀ[δι]κ[η]-
σάντων· vacat ἔδοξε τοῖς ἱερομνήμοσιν, εἶναι
- FD III 3:198
- Delphi : Phokis : Delphi
Κλεοσθένει Ἀνδρονίκου Αἰτωλῶι ἐξ Ἡρα-
κλείας Δελφοὶ ἔδωκαν προξενίαν, αὐτῶι
- FD III 3:203
- Delphi : Phokis : Delphi
Μεγαρεὺς χρήματα τῶι θεῶι ἐμάνυσαν ἃ ἦσαν ἐκ τοῦ ἱεροῦ ἀπολωλότα
ἀπὸ τοῦ ἀναθέματος τοῦ Φωκέων, καὶ ἐξήλεγξαν τοὺς ἱεροσυληκότας,
καὶ τά τε ἀπολωλότα ἐκ τοῦ ἱεροῦ ἀνέσωσαν, καὶ τὰ ἄλλα ἃ αὐτοὶ ἐκτημέν[οι]
- FD III 3:205
- Delphi : Phokis : Delphi
ἄρχοντος Ἀνδρονίκου τοῦ Φρικίδα, βουλευόντων τὰν δευτέραν ἑξάμηνον Ἄρχω-
νος τοῦ Καλλία, Νικομάχου τοῦ Δεξίππου, γραμματεύοντος Ἀθάμβου τοῦ Ἁβρομά-
χου, μηνὸς Ἰλαίου, ἀπέδοτο Εὐκράτης Χάρητος Λιλαιεὺς τῶι Ἀπόλλωνι τῶι Πυθίωι
- FD III 3:207
- Delphi : Phokis : Delphi
Δελφοὶ ἔδωκαν Σοφοκλεῖ Ἀριστοβούλου Φωκεῖ ἐν Κασ[σ]ανδρείαι οἰκοῦντι, Φίλωνι [․c.6․․] Πελλαίωι,
Ἀλεξάνδρωι Λ[․․․]ου Ἐδεσσαίωι, Ἀντιγόνωι Ἀσάνδρου Ἰχναίωι, Πολι̣τ̣άρχωι [․c.6․․] Μελιβοιεῖ,
Ματρικέτηι Παντέα Περινθίωι, Μελεσικράτει Ἀριστομένει ἐν Ἡραίωι τείχει, Διοδώρωι Μίθρεος Κυζικηνῶι,
- FD III 3:209
- Delphi : Phokis : Delphi
ἄρχοντος Ἀνδρονίκου, μηνὸς Ἰλαίου, ἀπέδοντο Μνασίθεος
καὶ Ἐμμενίδας οἱ Δεξικράτεος τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶ-
μα ἀνδρεῖον ὧι ὄνυμα Εὔνους, τὸ γένος Γαλάταν συνευδοκε-
ούσας τᾶς ματρὸς Ἀναξίδος, τιμᾶς ἀργυρίου μνᾶν 𐅖𐅖𐅖𐅖 4 mn., καὶ
τὰν τιμὰν ἔχοντι, καθὼς ἐγένετο ὁμόλογον Εὐνόῳ ποτὶ Δεξι-
κράτη τὸμ πατέρα αὐτῶν, ἐφ’ ὅτῳ ἐλεύθερον εἶμεν Εὔνουν τὸμ πάντα
ἰδιῶται Διόδωρος Μνασιθέου, Δρομοκλείδας, Εὐκλείδας, Πολύων,
Ἄλεξις, Φίλων, Δίων Ἀλέξωνος, Τιμόκριτος.
- FD III 3:214
- Delphi : Phokis : Delphi
[․․c.8․․․ ἔδοξε τῆι βουλῆι καὶ τῶι δήμ]ωι· πολεμάρχω[ν ἐπιμήνιος ․․․․]
[․․․․․․․․c.20․․․․․․․․ καὶ ἐξεταστῶ]ν ἐπιμήνιος Αἰαντίδη[ς ․․c.8․․․]
[εἶπαν· ἐπειδὴ τὸ κοινὸν τῶν Αἰτωλῶ]ν διά τε τὴν οἰκειότητα κα[ὶ τὴν φι]-
[μήτε κατὰ γῆν μήτε κατὰ θάλασσαν, εἰ] δὲ μὴ, ὑποδίκους εἶναι ἐν τοῖς συνέ[δροις]
[τοὺς ἄγοντας κατὰ τοὺς νόμους] τῶν Αἰτωλῶν, ἐφ’ οἷς ὁ δῆμος ἀποδεξ[άμε]-
[νος τὰ δεδομένα φιλάνθρωπα] ἐψηφίσατο πολίτας τε εἶναι τοὺς Αἰτ[ωλοὺς]
[τὸν δῆ]μον [καὶ στεφα]νῶσαι χρυσῶι στεφάνωι τῶι μεγίστωι ἐκ τοῦ νόμ[ου]
[χρυσῶ]ν ἀλ[εξανδρεί]ων ἑκατόν· ἵνα δὲ καὶ εἰδῶσι πάντες οἱ Ἕλληνες τὰ ἐ-
[ψηφισμ]έ̣ν[α τῆι τε β̣ουλῆι] καὶ τῶι δήμωι, ἀνειπεῖν [τὸ]ν ἱεροκήρυκα Διονυσίοις ἐν
[μα· ὁ δῆμος ὁ Χίων στ]εφανοῖ τὸ κοινὸν τῶν Αἰτωλῶν χρυσῶι στεφάνωι τῶι μεγίσ-
[τωι ἐκ τοῦ νόμου χρυσ]ῶν ἀλεξανδρείων ἑκατὸν ἀρετῆς ἕνεκεν καὶ εὐνοίας κα[ὶ]
[προθυμίας τῆς εἰς α]ὑτόν· τοῦ δὲ κηρύγματος ἐπιμεληθῆναι τὸν ἀγων[ο]θέτη[ν]·
[νι εἰς τὰς νομιζομέ]νας ὑπὲρ τῆς πόλεως θυσ[ίας χρῆμα], ὅταν μὲν [Π]υ̣θ̣ι̣ὰ̣ς συντ[ελεῖ]-
[ται δραχμὰς ἀλεξανδρείας] δισχιλίας, ἐν δὲ τα[ῖς ․․․․․]ΛΙΕΣΙΝ δραχμὰς ἀλεξαν[δρεί]-
[ας χ]ιλίας πεντα[κοσίας· ο]ἱ δὲ π[ρῶτ]οι ἀποδειχθέντες θεωροὶ εἰς τὰ Λαφρίεια λ[αβόν]-
- FD III 3:214[2]
- Delphi : Phokis : Delphi
[ἔδο]ξεν τῆι [βουλῆι καὶ τῶι δήμ]ωι· πολεμάρχω[ν ἐπιμήνιος ․․8-10․․․
․․․ Φιλίστου κ̣α̣[ὶ ἐξεταστῶ]ν ἐπιμήνιος Αἰαντίδη[ς ․․c.8․․․ εἶπαν]·
[ἐ]πειδὴ τὸ κοινὸν [τῶν Αἰτωλῶ]ν διά τε τὴν οἰκειότητα κα[ὶ φιλίαν τὴν]
μηδαμόθεν ὁρμωμένοι[ς, εἰ] δὲ μή, ὑποδίκους εἶναι ἐν τοῖς συνέ[δροις]
ὡς τὰ κοινὰ βλάπτοντας τ[ὰ] τῶν Αἰτωλῶν, ἐφ’ οἷς ὁ δῆμος ἀποδεξ[άμενος]
οἰκείως τὰν εὔνοιαν αὐτῶ[ν] ἐψηφίσατο πολίτας τε εἶναι τοὺς Αἰτ[ωλοὺς]
[δῆ]μον [καὶ σ]τεφα̣νῶσαι χρυσῶι στεφάνωι τῶι μεγίστωι ἐκ τοῦ νόμ[ου, χρυ]-
[σῶ]ν Ἀλ[εξαν]δρε[ί]ων ἑκατόν· κτλ.
- FD III 3:215
- Delphi : Phokis : Delphi
[ἔδοξεν τῶι δήμωι· πολ]έμαρχος ἐπιμήν̣ιος Μελήσιππος Φιλο[— — — καὶ ἐξεταστὴς]
[ἐπιμήνιος Ἀπο]λλωνίδης Ἀγγελίσκου εἶπαν· ἐπειδὴ Αἰτωλοὶ οἰκε[ῖοι καὶ φίλοι ἐκ προ]-
[ἐπ]έσταλκ[ε] δὲ περὶ τούτων τῶι δήμωι καὶ τὸ κοινὸν τῶν Αἰτωλῶ[ν καὶ ὁ στρατηγὸς Χα]-
[ρίξ]ενος, ὅπως ἂν ἀποδεξώμεθα τὸν ἀγῶνα τὸμ μὲν μουσικὸν ἰσ[οπύθιον, τὸν δε γυ]-
μνικὸν καὶ ἱππικὸν ἰσονέμεον ταῖς τε ἡλικίαις καὶ ταῖς τιμαῖς [καθάπερ καὶ αὐτοὶ]
τὴν στήλην δοῦναι τοὺς τὰς τάξεις [διοικουμένους καθότι ἂν κελεύωσιν οἱ πολέμαρχοι]
καὶ ἐξετα[σ]ταί· δοῦναι δὲ καὶ εἰς [τὸν στέφανον — — — — — — καὶ ἀποστεῖλαι τοῖς θεωροῖς]
ξένια· τὸ δὲ [— — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —]
- FD III 3:218
- Delphi : Phokis : Delphi
ἄρχοντος ἐν Δελφοῖς [․․10-11․․․, πυλαίας ὀ]πωρινῆς, ἱερομνημονούντων Αἰ-
τωλῶν Ἀρισστολάου, Α[․․․․․․․․c.20․․․․․․․․]υ, Φαλάκρου, Ἀλεξαμενοῦ, Πολυστρ-
άτου, Κλεάνδρου, Λανί[κου, ․․․․․․c.16․․․․․․]υκρίτου· Δελφῶν Ἀρχίππου, Ἡρακλεί-
- FD III 3:219bis
- Delphi : Phokis : Delphi
[φανοῦντι τὸν ἱερομνάμονα Ἀλκίμαχον — — — —]ινου Χῖον χρυσέωι στεφα-
[νωι, στάσοντι δὲ αὐτοῦ καὶ εἰκόνα χαλκῆν — — — — — —]ο[․]θε[․․c.8․․․]
- FD III 3:237
- Delphi : Phokis : Delphi
στειλε γράμματα ποτὶ τὰν πόλιν καὶ ἀργυρίου τάλαν-
τα τρία ἀλεξανδρεῖα καὶ μνᾶς τριάκοντα ὅπως
ὑπάρχῃ τᾶι πόλει ἐν σιτωνίαν διὰ παντός, ἀπελογίξα-
Εὐμένη ἐπί τε τ[ᾶι π]οτὶ τὸν θεὸν εὐσεβείαι καὶ πο[τὶ τὰν]
πόλιν εὐνοίαι κ[αὶ ἀπ]οδέξασθαι τα̣[— — — —]
- FD III 3:238
- Delphi : Phokis : Delphi
γυρίου δέκα στατήρων ἰδίαι καὶ ἐν ταῖς ἱερ[ο]μηνίαις· εἰ δὲ φαίη ἀδύνατος εἶμεν ἢ πρεσβύτερος,
ἐξομοσάσθω, οἱ δὲ ἁγεμόνες ἄλλον ἀντ’ αὐ[τ]οῦ καταγραψάντω· οἱ δὲ ἱερεῖς τοῦ Ἀπόλλωνος, ἐ-
πεί κα πομπεύσωντι, κατευχέσθωσαν τὰ Εὐμένεια καθὼς νομίζεται· ἁ δὲ νικέουσ[α] τᾶν φ[υ]-
- FD III 3:239
- Delphi : Phokis : Delphi
ἀναγγέλλειν διότι πρόκειται αὐτῶι ἐπι[τ]ελεῖν τὰ παρακαλείμενα ὑπὸ τᾶς πόλιος κ[αὶ ἔγραψεν]
ὑπὲρ τούτων ποτὶ τὰν πόλιν καὶ μετὰ ταῦτα ἐξαπέστειλε καθάπερ ὡμολόγησε κα[ὶ ἐπιδέδω]-
κε τᾶι πόλει ὥσστε εἰς σειτωνίαν ἀργυρίου τρία τάλαντα ἀλεξάνδρεια καὶ ἡμιτάλαν[τον· ὁμοί]-
ως δὲ καὶ πάλιν ἁμῶν ἀποστειλάντων ποτὶ αὐτὸν πρεσβευτὰς Πραξίαν Εὐδόκου, Βάκχι[ον Ἄγρω]-
τοις εὐεργετημάτοις καὶ παρακαλέσοντας [κ]ατὰ τὰς δεδομένας αὐτοῖς ἐντολάς, φιλανθρώπως ἀ[πο]-
δεξάμενος αὐτοὺς ὁ βασιλεὺς ἀπέσταλκ[ε ἄλ]λο ἀργυρίου τάλαντον ἀλεξάνδρειον εἴς τε τὰς τι-
μὰς καὶ θυσίας τὰς ἐψαφισμένας αὐτῶι πρ[ότ]ερον καὶ σώματα εἰς τὰν ἐπισκευὰν τοῦ θεάτρου κ[αὶ]
γύριον ποθίερον εἶμεν, καθιστάμεν δὲ σ[ε]ιτώ[να]ς ἄνδρας τρεῖς μὴ νεωτέρους ἐτέων τριάκοντα μηδ[ὲ]
πρεσβυτέρους ἐτέων ἑξήκοντα ἀξιοχρ[έο]νας, οὕς κα οἱ πολλοὶ ἕλωνται ἐν τᾶι ἐκκλησίαι κ[ατα]-
γραψάντω δὲ οἱ ἄρχοντες ἐν τῶι μηνὶ τῶι Θ[ευ]ξενίωι τοὺς ὑπὸ τῶν πολλῶν προβληθέντας,
- FD III 3:240
- Delphi : Phokis : Delphi
[Περγαμηνῶ]ν, περὶ πλείστου ποιούμενος τὰν ποτὶ τοὺς θεοὺς εὐσέβειαν, παρακαλεῖ [δ]ὲ καὶ το[ὺς]
[Αἰτωλοὺς ἐ]ξαπ[ε]σταλκὼς θεωροὺς Πέρσαν, Θεόλυτον, Κτήσιππον ἀποδέξασθαι τοὺς ἀγῶνας
[τῶν Νικαφ]ορίων στεφανίτας, τὸμ μὲν μουσικὸν ἰσοπύθιον, τὸν δὲ γυμνικὸν καὶ ἱππικὸν ἰσολύμπιον,
- FD III 3:241
- Delphi : Phokis : Delphi
[ἔδοξε τᾶι πόλ]ει τῶν Δελφῶν ἐν ἀγορᾶι τελείωι σὺμ ψάφοις ταῖς ἐννόμοις· ἐπειδὴ ὁ δᾶμος ὁ Σαρδιανῶν, φίλ[ος κα]ὶ
[οἰκεῖος διὰ πρ]ογόνων ὑπάρχων τᾶς πόλιος, ψάφισμά τε καὶ πρεσβευτ[ὰ]ς ἐξαποστείλας Σώστρατον Σωστ[ράτ]ου,
[Ἀπολλωνί]δην Ἀσκληπιάδου, ἄνδρας καλοὺς κἀγαθούς, οἳ καὶ ἀποδόντες τὸ ψάφισμα καὶ ἐπελθό[ντες ἐπὶ]
[οὐθὲν ἐνλ]είποντες, καὶ ἀ[ν]ανεωσάμενοι τὰν ὑπάρχουσαν αὐτ[ῶ]ν ταῖ πόλει παρὰ τοῦ δάμου προμαντεί[αν],
[προδικί]αν, προεδρίαν καὶ πολιτείαν πα[ρε]κάλ[ε]ον τὰν πόλιν ἀπο[δέξα]σθαι τὰς θυσίας καὶ τὰν πανάγυ[ριν καὶ]
[τοὺς ἀγῶνας] ο[ὓ]ς προκ[εχ]εί[ρι]σ[ται] συντελ[εῖ]ν ὁ [δᾶμο]ς ὁ [Σαρδι]ανῶν [τᾶι τ]ε [Ἀθάναι] καὶ βασιλεῖ Εὐμένει τῶι Ε[ὐερ]-
[ἀνδραγαθίας ․3?․]ΛΕΙ[․․c.8․․․]ΚΑΤΑ[․․․․․․․․․․․․․․․]Λ[․]ΟΥΣΤΟΥ[․]ΝΤΟ[․․․․․]Λ [․․]ΑΝ[․․․․․․․]ΝΚΑΙΤΩΝΑΙ
[— — — — — — — — — —c.38— — — — — — — — — — — —]ΣΑΝ[․․]ΤΟΙΣ[․]ΟΜΟΙΣ· [ἑλέ]σθαι δὲ καὶ θεωροδόκον Δεξι-
[․․․․․c.15․․․․․․· ἐπ]α[ινέσα]ι δὲ καὶ τοὺς πρεσβευτὰς Σώστρατον Σωστράτου, Ἀπολλωνίδην Ἀσκλη[πι]-
[άδου ἀρετᾶς ἕνεκεν κ]αὶ εὐσεβείας καὶ δ[ιότι] τὰν [ἀν]αστροφὰν ἐποιήσαντο ἀξίω[ς] τε τῶν ἐξαποστε[ι]-
[λάντων αὐτοὺς καὶ τᾶς πόλιος ἁμῶν· εἶμεν δὲ κ]αὶ αὐτοῖς καὶ ἐκ[γ]όνοις προξενίαν, ἀσυλίαν, ἀτέλειαν καὶ γᾶς κα[ὶ]
- FD III 3:242
- Delphi : Phokis : Delphi
[ἀγ]ώνοις οἷς συντελεῖ τᾶι τε [Νικαφόρωι Ἀθάναι καὶ βασιλεῖ]
[Εὐμ]ένει, ἀποδέξηται ἁ πόλις· ἀ[γαθᾶι τύχαι· ἔδοξε τᾶι]
[πό]λει τῶν Δελφῶν ἐν ἀγορᾶι τε[λείωι σὺμ ψάφοις ταῖς]
Νικαφόρωι Ἀθάναι καὶ βασιλεῖ Εὐμέν[ει μουσικόν τε]
καὶ γυμνικὸν ἰσοπυθίους καὶ ἀπεδέξ[ατο ἁ πόλις]
[φ]ιλοφρόνως ἀνανεωσαμένα τὰ ποτὶ [Σαρδιανοὺς]
[μ]ου τοῦ Σαρδιανῶν ἀγῶνα ἱππικὸν ἰσο[λύμπιον· δεδό]-
χθαι τᾶι πόλει ἀποδέξασθαί τε τὸν ἀ[γῶνα καθὼς οἱ]
πρεσβευταὶ παρεκάλεον καὶ ἐπαινέσ[αι τὸν δᾶμον]
τᾶι ἐνδαμίαι ἇι ἐποιήσαντο καλῶς καὶ εὐσχη[μόνως]
καὶ ἀξίως τοῦ τ’ ἐξαποστείλαντος αὐτοὺς [δάμου]
καὶ τᾶς πόλιος ἁμῶν καὶ αὐτοσαυτῶν· δεδό[σθαι δὲ αὐ]-
- FD III 3:243
- Delphi : Phokis : Delphi
[ὶ ․․․c.10․․․]εις [καὶ ․․․9-10․․․] Ἐ[μμ]ε[νίδας Κα]λλία, Εὔδοκο[ς] Πραξία, Ἀντιγένη[ς] Δι[οδώ]-
[ρου ․․․․․․․․․c.23․․․․․․․․․․]ΛΕ[․․․․․c.15․․․․․․]ΛΓΟΔ[․․]ΙΟΣΘΛΙ ․Ι[․]ΣΘΕ[․]ΦΙ[․5-6․․]
- FD III 3:249
- Delphi : Phokis : Delphi
[θε]ός. τ̣ύ̣χαν [ἀ]γ̣αθ[ά]ν.
[ἄρχοντος Ἁβρ]ομάχου, μηνὸς Βουκατίου, βουλευόντων τὰν π̣[ρ]ώταν [ἑξά]-
[μηνον Στρατ]άγου, Κλέωνος, Ἀντιφίλου, Δάμωνος· ἔδοξε τᾶι πόλει τῶν
- FD III 3:261
- Delphi : Phokis : Delphi
στεφανίτα[ς τό]ν τε μουσικὸν ἰσοπύθιον καὶ τὸν γυμνικὸν κα[ὶ ἱππι]κὸν ἰσολύμπιον
ἀποδέξων[ται· ἀ]πελογίσαντο δὲ καὶ οἱ θεωροὶ τὴν τοῦ βασιλέως [εὔ]νοιαν ἣν ἔχων
δ[ια]τελεῖ κ[οινῆι τ]ε πρὸς ἅπαντας τοὺς Ἕλληνας καὶ καθ’ ἱδίαν π[ρὸ]ς τὰς πόλεις·
- FD III 3:262
- Delphi : Phokis : Delphi
[․․․․], βουλευόντων Κλέωνος τοῦ Ν[ικία, Εὐκλέος]
[τοῦ] Ἄρχωνος, ἀπέδοτο Κλεοπάτρα Ε[․․c.8․․․ τῷ]
[Ἀπόλ]λωνι τῷ Πυθίῳ παιδάριον ᾧι ὄνο[μα Εὐάμε]-
- FD III 3:263
- Delphi : Phokis : Delphi
[καὶ Ἀριστο]κλέα ποιοῦσα τὸ ἐπ[ιτασόμενον πᾶν τὸ δυνατὸν ἀνεπικ]ωλύτως. εἰ δὲ μὴ παραμεῖν[αι]
[ἢ μὴ ποι]έοι τὸ ἐπιτασόμε[νον πᾶν τὸ δυνατὸν ἀνεγκλήτως, ἐ]ξουσίαν ἐχέτω Ἁγη̣-
σ[ίπολ]ις ἁ τίτθα ἐπιτιμέ[ουσα τρόπωι ὧι κα θέλῃ παντὶ] Κλεοῖ. εἴ κα θέλῃ δόμεν
πινον γένηται περὶ Ἁγησίπολιν τὰν [τ]ί[τθαν, ἐλευθέρα ἔστω Κ]λεὼ καὶ ἀπολελυ-
καὶ ἀπολελυμένα τᾶς παραμονᾶς, κ̣[αὶ ἐξουσίαν ἐχέτω Κλεὼ καὶ μέ]νουσα καὶ χωριζο[μέ]-
να ὅπᾳ κα θέλῃ. εἰ δέ τις ἐφάπτοιτο Κλεοῦς ἐ[πὶ καταδουλισμῶι, βέβαιον πα]ρεχόντω τὰν ὠνὰ[ν τῶι]
- FD III 3:269
- Delphi : Phokis : Delphi
θέου, Ἀρχίδαμος Νικοβούλου. παραμεινάτω [δὲ] Θεόδ[ωρος κα]ὶ Ἀφροδισία Σωστράτῳ καὶ Νικοστράτᾳ
[ἕ]ως κα ζώωντι, ποιοῦντες πᾶν τὸ ἐπιτασσόμενον ἀν[εγκλ]ήτως. εἰ δὲ μὴ ποιέοισαν, ἐξουσίαν
[ἐχέ]τωσαν ἐπιτιμέοντες τρόπῳ ᾧ κα θέλωντι. ἐπε[ὶ δέ] κα τι πάθωντι Σώστρατος καὶ Νικο-
- FD III 3:271
- Delphi : Phokis : Delphi
[․2-3․]ΩΛ[․][— — — — — — — — — — — — — — —. εἰ δὲ μὴ πειθαρχέοισαν]
ἢ μὴ ποιέοισαν τὸ [ἐπιτασσόμενον, ἐξουσίαν ἐχέτωσαν Ἡρακλείδας καὶ]
Ξενοτίμα ἐπιτιμέ[οντες τρόπῳ ᾧ κα θέλωντι. ἐπεὶ δέ κα τὸν βιὸν μεταλ]-
- FD III 3:273
- Delphi : Phokis : Delphi
πᾶν τὸ δυνατόν. εἰ δὲ μὴ παραμένοι ἢ μὴ ποιέοι τὸ ἐπιτασσόμενον,
ἐξουσίαν ἐχέτωσαν Τρύφερον καὶ Σμύρνα ἐπιτιμέουσαι Σωτη[ρί]-
χᾳ τρόπωι ᾧ κα θέλωντι. δότω δὲ Σωτηρίχα Τρύφωνι τῶι υἱῶι Σμ[ύρνας β]ρέφος
- FD III 3:276
- Delphi : Phokis : Delphi
[Ἐ]ράτωνι ἕως κα ζῇ Ἐράτων, ποιῶν τὸ ἐπιτασόμενον πᾶν ἀνενκλήτω[ς].
[εἰ δ]ὲ [μ]ὴ πειθαρχέοι Θεόξενος ἢ μὴ ποιέοι τὸ ἐπιτασόμενον, ἐξουσίαν ἐχ[έ]-
[τω Ἐρ]άτων ἐπιτειμέων τρόπῳ ᾧ κα θέλῃ. ἐπεὶ δέ κά τι γένηται περὶ Ἐράτω-
[ν]α, ἀπὸ τήνου τοῦ χρόνου ἐλεύθερος ἔστω Θεόξενος καὶ μηθενὶ ποθείκω[ν]
μηθὲν, καὶ ἐξουσίαν ἐχέτω ποιῶν ὅ κα θέλῃ καὶ ἀποτρέχων ᾇ κα θέλῃ. εἰ δέ τις ἐ-
φάπτοιτο Θεοξένου ἐπὶ καταδουλισμῷ, βέβαιον παρεχέτω τῷ θεῶι τὰν ὠνὰν ὅ τ[ε]
ἀποδόμενος καὶ ὁ βεβαιωτήρ· καὶ ὁμοίως ὁ παρατυχὼν ἐξουσίαν ἐχέτω συλέων
Θεόξενον ἐλεύθερον, [ἀζ]άμιος ὢν καὶ ἀνυ[π]όδικος πάσας δίκας καὶ ζαμία[ς].
- FD III 3:279
- Delphi : Phokis : Delphi
[λος —patronym.— καὶ τῶν υἱῶν αὐτοῦ Ἄκρου(?) καὶ] Μαίου(?) τῶι Ἀπόλλω-
[νι τῶι Πυθιωι σῶμα ἀνδρεῖον ᾧ ὄνομα Ὠφελίων τιμᾶς ἀργυρίου] μνᾶν ἕξ, καὶ τὰν
[τιμὰν ἀπέχει πᾶσαν. βεβαιωτὴρ] κ̣[ατὰ τοὺς νόμους τᾶς πό]λιος Βαβύλος Λαιάδα,
- FD III 3:280
- Delphi : Phokis : Delphi
νάτω δὲ Εὐαμερὶς Ἀθηναΐδι ἕως κα ζῆ, ποιοῦσα τὸ ἐπιτασσόμενον πᾶν ἀνενκλή-
τως τὸ δυνατόν. εἰ δὲ μὴ ποιέοι, ἐξουσίαν ἐχέτω Ἀθηναῒς ἐπιτειμέουσα τρόπῳ ᾧ κα
θέλῃ. ἐπεὶ δέ κά τι ἀνθρώπινον γένηται περὶ Ἀθηναΐδα, ἐλευθέρα ἔστω Εὐαμε-
ρὶς καὶ μηθενὶ μηθὲν ποθήκουσα. εἰ δέ τινα ἔγγονα γενηθείη ἐξ Εὐαμερίος ἐν τῷ
τᾶς παραμονᾶς χρόνῳ, ἐλεύθερα ἔστω καὶ μηθενὶ μηθὲν ποθήκοντα. εἰ δέ τις ἐφά-
- FD III 3:282
- Delphi : Phokis : Delphi
ἄρ[χοντος Σωστρ]άτου τοῦ Διο[νυσίου, μηνὸς — — —, βουλευόντων Ἀστοξένου καὶ Εὐαν]-
γέ[λου, ἀπέδοντο ․․]ων, Δε̣ξ̣ικράτης, Γο[— — — — — — — — — — — — — — — — —]
καὶ ΟΛ[․․․7․․․]νος καὶ Σώσιππος [— — — — — — — — — — — — — — — τῷ]
- FD III 3:287
- Delphi : Phokis : Delphi
οῦσα τὸ ἐπιτασόμενο[ν].
εἰ δὲ μὴ ποέοι, ἐξουσίαν
ἐχέτω ἐπιτιμέουσα τρό[πῳ]
- FD III 3:294
- Delphi : Phokis : Delphi
οντες καὶ ποιοῦντες πᾶν τὸ ἐπιτασσόμενον ἀνεγκλήτως. ε[ἰ] δὲ μὴ παραμείναιε[ν]
ἢ μὴ ποιέοντι τὸ ἐπιτασσόμενον, ἐξουσίαν ἐχέτω Στράταγος ἐπιτιμέων τρόπωι ὧι
κα θέλῃ ἀζάμιος ὢν καὶ ἀνυπόδικος πάσας δίκας καὶ ζαμίας. ἐπεὶ δέ κα τι πάθῃ ἀνθρώ-
- FD III 3:296
- Delphi : Phokis : Delphi
λιος Πάσων Πολεμάρχου. παραμ[ε]ινάτω δὲ Ξενοκράτεα Σωτηρεῖ τὸν τὰς ζωᾶς αὐ[τᾶς]
χρόνον, ποιοῦσα τὸ ἐπιτασσόμενον ἀνενκλήτως τὸ δυνατόν. εἰ δὲ μὴ ποιέοι, ἐξουσ[ίαν]
ἐχέτω Σωτηρὶς ἐπιτειμέουσα Ξενοκράτεαν τρόπῳ ᾧ κα θέλῃ. εἰ δέ τι ἀν[θρ]ώπινον γ[ένοι]-
- FD III 3:300
- Delphi : Phokis : Delphi
ωτὴρ κατὰ τοὺς νόμους τᾶς πόλιος Θεόξενος Φιλαιτώλου. παραμεινάτω δὲ Φιλτάτη Εὐκλ-
έᾳ τὸν τᾶς ζωᾶς χρόνον, πᾶν ποιοῦσα τὸ ἐπιτασόμενον ἀνενκλήτως. εἰ δὲ μὴ ποιέοι, ἐ-
ξουσίαν ἐχέτω ἐπιτειμέουσα Εὔκλεα τρόπῳ ᾧ κα θέλῃ. εἰ δέ τι ἀνθρώπινον γένηται περὶ Ε[ὔ]-
κλεαν, ἀπολελύστω Φιλτάτη τᾶς παραμονᾶς, καὶ μηδενὶ μηδὲν ποθηκέτω. εἰ δέ τις ἐφάπτ[οι]-
- FD III 3:303
- Delphi : Phokis : Delphi
μένα σώματα Σωτηρεῖ τὸν τᾶς ζωᾶς χρόνον, π[ᾶν] ποιο[ῦν]τα τὸ ἐπιτ[α]σσόμενον· εἰ δὲ μὴ
ποιέοισαν, ἐξουσίαν ἐχεχέτω ἐχέτω Σωτηρὶς ἐπιτιμέουσα τοῖς προγεγραμ[μέ]νοις σωμάτοις τρόπωι
ᾧ κα θέλῃ, ἄλλος δὲ μηθείς. εἰ δέ τι γενναθείη ὑπ’ αὐτῶν ἐν τῷ τᾶς παραμονᾶς χρόνωι, ἔστωσαν ἐ-
- FD III 3:305
- Delphi : Phokis : Delphi
καταδουλισμῷ, βέβαιον παρεχέτω τῶι θεῶι τὰν ὠνὰν ὅ τε ἀποδό-
μενος καὶ ὁ βεβαιωτὴρ· ὁμοίως δὲ καὶ [ὁ παρα]τυχὼν ἐξο[υσίαν]
ἐχέτω συλέων Ξενοκράτεαν ἐλευθέρα[ν], ἀζάμι[ο]ς ὢν [κα]ὶ
- FD III 3:306
- Delphi : Phokis : Delphi
[ἀπέχ]οντι πᾶσαν. βεβαιωτὴρ κατὰ τοὺς νόμους τᾶς πόλιος Διόδωρος Ὀρέστα. παραμεινάτωσαν δὲ Ὡραῒς
[καὶ Ἀφ]ροδίσιος Ἀπολλωνίᾳ καὶ Ἑρμίᾳ ποιέοντες τὸ ἐπιτασόμενον πᾶν τὸ δυνατόν. ἐξουσίαν δὲ ἐχέ-
[τωσα]ν̣ ἐπιτιμέοντες τρόπ[ῳ] ᾧ κα θέλωντι πλὴν μὴ πωλέοντες. εἰ δέ [τ]ι πάθῃ Ἀπολλωνία ἢ Ἑρμία[ς],
[Ἀφροδ]ισίου ἐπὶ καταδουλισμῷ, κύριος ἔστω ὁ παρατυχὼν συλέων ἐλαυθέρους, ἀζάμιος ὢν καὶ ἀνυπόδικ[ος]
[πάσας δίκα]ς καὶ ζαμίας. εἰ δέ τι γένοιτο ἐξ Ὡραΐ[δ]ο[ς] τέκνον ἐν τῷ τᾶς παραμονᾶς χρόνῳ, κύριος ἔστω Ἑρμ[ίας]
[— — — — — —] καὶ εἰ πωλεῖν θέλοι. εἰ δὲ θέλοι Ὡραῒς μὴ παραμένειν Ἑρμίᾳ μετὰ τομ[— — — —]
- FD III 3:307
- Delphi : Phokis : Delphi
παραμινάτω δὲ [Ῥόψεια Νίκωνι τὸν τᾶς] ζωᾶς αὐτοῦ χρόνον πᾶν τὸ [ἐπιτασσόμενον ποι]οῦσα ἀν[εγκλήτως. εἰ]
δὲ μὴ παραμένοι ἢ μὴ ποιέοι [τ]ὸ [ἐπιτ]ασσόμενον, ἐξουσίαν ἐχέτω Νίκων ἐπιτιμέων [Ῥοψεί]ᾳ τρόπῳ ᾧ κα [θέλῃ].
εἰ δέ τινα γένοιτο ἐκ̣ Ῥοψε[ίας τέκ]να ἐν τῷ τᾶς παραμονᾶς χρόν[ῳ], ἔστωσαν ἐλεύθερα [καὶ] μηδενὶ μηδὲν [πο]θήκον-
- FD III 3:310
- Delphi : Phokis : Delphi
ὰ τοῖς ἀμφοτέροις. εἰ δέ τι γένοιτο ἀνθρώπινον περὶ Σωσικράτη
καὶ ἐπιβάλλοι τις χεῖρες Σωτηρίχᾳ, ἐχέτω ἐξουσίαν Σωτηρίχα,
[δ]οῦσα τῶν τροφήων τὸ ἥμισον ἢ [τ]ρία ἡμιμνῆα, ἐλευθέραν εἶμ-
[ον] παρεχόντω τῷ θεῷ τὰν ὠνὰν ὅ τε ἀποδόμενος καὶ ὁ βε-
[βαι]ωτήρ· ὁμοίως δὲ καὶ ὁ παρατυχὼν ἐξουσίαν ἐχέτω συ-
[λέ]ων Σωτηρίχαν ὡς ἐλευθέραν οὖσαν, ἀζάμιος ὢν καὶ ἀνυ-
- FD III 3:311
- Delphi : Phokis : Delphi
τα τὸν τοῦ ζῆν αὐτᾶς χρόνον, ποιοῦντα τὸ ἐπιτασσό[μενον πᾶν ἀνε]γκλήτως. εἰ δέ τις ἀπειθέοι [τῶν]
προγεγραμμένων, ἐξουσίαν ἐχέτω Κρινὼ ἐπιτειμέ[ουσα τῶ]ι ἀπειθέοντι τρόπῳ ᾧ [κα] θ[έλῃ. εἰ]
δέ κα τι πάθῃ Κρινὼ τῶν κατ’ ἄνθρωπον, ἔστωσαν τὰ προγ[εγρ]αμμένα σώματα ἐλεύθερα, [δόντα ἕ]-
- FD III 3:312
- Delphi : Phokis : Delphi
[χα καὶ Σωτηρίδα]ς τῷ Ἀπόλλωνι τῷ [Πυ]θίῳ ἐπ’ ἐλευθερίᾳ σώματα δύο παιδάρια ο[ἷς ὀνόματα Ξέ]-
[νων καὶ Παράμο]νος, τειμᾶς ἀργυρίου μνᾶν ἓξ καὶ τὰν τειμὰν ἀπέχω πᾶσαν. [βεβαιωτὴρ κατὰ]
[τοὺς νόμ]ους τᾶς πόλιος Μελισσίων Διονυσίου, καθὼς ἐπίστευσαν τῷ θεῷ τὰν ὠνὰν [Ξένων καὶ Παράμονος ἐφ’ ᾧτε ἐλεύ]-
τοῦ ζῆν αὐτῶν χρόνον πάντα, ποιῶν πᾶν τὸ ἐπιτασσόμενον καὶ δυνατὸν ἀνεγκλήτως. εἰ δὲ μὴ παραμένοι [ἢ μὴ]
ποιέοι τὸ ἐπιτασσόμενον, ἐξουσίαν ἐχέτω Σωτηρίδας καὶ Ἀθανίχα ἐπιτειμέοντες Παραμόνῳ καθ’ ὅ[ν]
κα προαιρέωνται τρόπον. μάρτυρες οἵ τε ἱερεῖς τοῦ Ἀπόλλωνος Φίλων Στρατάγου, Πολέμαρχος
- FD III 3:313
- Delphi : Phokis : Delphi
τα Εὐρυδίκᾳ τὸν πάντα χρόνον, ἕως κα ζῇ Εὐρυδίκα καὶ ποιείτωσαν τὸ ἐπιτασσόμενον πᾶν ἀνενκλήτως. εἰ δέ τι ἓν ἢ καὶ ἀμ-
φότερα τὰ προγεγραμμένα σώματα μὴ πειθαρχέοιεν μηδὲ ποιέοι τὸ ἐπιτασσόμενον ὑπὸ Εὐρυδίκας, ἐξου-
σίαν ἐχέτω Εὐρυδίκα ἐπιτειμέουσα τρόπῳ ᾧ κα θέλῃ. ἐπεὶ δέ κά τι πάθῃ Εὐρυδίκα ἀνθρώπινον, ἔστωσαν
- FD III 3:318
- Delphi : Phokis : Delphi
ᾶς αὐτοῦ χρόνον, πᾶν τὸ ἐπιτασσόμενον ποιοῦσα αὐτῶι τὸ δ[υνα]-
τὸν ἀνεγκλήτως. εἰ δὲ μὴ παραμένοι ἢ μὴ ποιέοι τὸ ἐπιτασσόμεν[ον, ἐ]-
ξουσίαν ἐχέτω Θεόφιλος ἐπιτιμέων Νικοῖ τρόπωι ᾧ θέλο[ι]. εἰ δέ τι γένοι[το]
ἐγ Νικοῦς τέκνον ἐν τῶι τᾶς π̣[α]ραμονᾶς χρόνωι, ἔστω ἐλεύθερον. ἐπ[εὶ]
- FD III 3:321
- Delphi : Phokis : Delphi
[σαν. βεβαιωτὴρ κ]ατ[ὰ] τοὺ̣ς [νό]μ̣[ου]ς τᾶ[ς πό]λ̣ιος Λ[— — εἰ δέ τις ἐφάπτοιτο ἐπὶ] καταδουλισμῷ, [βέβαι]-
[ον παρεχόντω] τῷ θεῷ τὰν ὠνὰν ὅ τε [ἀπ]οδόμενος καὶ ὁ [βεβαιωτήρ, καὶ ὁ] παρατυχὼν ἐξουσ[ίαν ἐ]-
[χέτω συλέων Φίλα]γρον ἐλεύθερον ὄντ[α], ἀζάμιος ὢν καὶ ἀν[υπόδικος πάσας] δίκας καὶ ζαμία[ς. μάρ]-
- FD III 3:323
- Delphi : Phokis : Delphi
σμῷ, βέβαιον παρεχέτω τῷ θεῷ τὰν ὠν[ὰν ὅ τε ἀποδόμενος καὶ ὁ βεβαιωτήρ]. ὁμοίως δὲ καὶ ὁ π[α]-
ρατυχὼν ἐξουσίαν ἐχέτω συλέων Καλλιόπαν ἐ[λευθέραν οὖσαν, ἀζάμιος ὢν καὶ ἀ]νυπόδικος πάσας
δίκας καὶ ζαμίας. μάρτυρες οἵ τε ἱερεῖς τοῦ [Ἀ]πόλλω[νος Καλλίστρατο]ς Αἰακίδα, Φίλων Στρα-
- FD III 3:326
- Delphi : Phokis : Delphi
σώματα Εὐκλείδᾳ καὶ Μηνοδότᾳ τὸν τᾶς ζωᾶς αὐτῶν χρόνον, ποιοῦντα τὸ ἐπιτασσόμενον τὸ δυνα-
τὸν ἀνεγκλήτως. εἰ δὲ μὴ ποιέοισαν, ἐξουσίαν ἐχέτωσαν Εὐκλείδας καὶ Μηνοδότα ἐπιτειμέοντες αὐτοῖς τρό-
πῳ ᾧ κα θέλωντι. μάρτυρες οἱ αὐτοί.
- FD III 3:329
- Delphi : Phokis : Delphi
[τα τὸν τᾶς ζ]ωᾶς [χρ]όνον πᾶν ποιοῦσα τὸ ἐπιτασσόμενον πᾶν ὡς δούλα. εἰ δὲ μὴ παραμ[ένοι]
[Εἱσιὰς ἢ μὴ π]οιέοι [τὸ] ἐπιτασσόμεν[ον], ἐξουσίαν ἐχέτω Κλεόμαντις ἐπιτειμέων τρόπ[ῳ ᾧ]
[κα θέλῃ καὶ ψο]φέων καὶ διδέ[ων] καὶ πωλέων. εἰ δέ τις ἐφάπτοιτο Εἰσιάδος ἐπὶ κατα[δου]-
Εἰσιὰς [․․c.7․․]Ο[․․․c.11․․․․ τὰ]
ποτὶ γᾶν πάντα ποιε[․․․․c.13․․․․․]
μάρτυρες οἵ τε ἱερεῖς [Φίλων Στρατάγου],
- FD III 3:332
- Delphi : Phokis : Delphi
πᾶν τὸ δυνατόν. εἰ δὲ μὴ παραμίναι ἢ μὴ ποιέοι τὸ ἐπιτασσόμενον,
ἐξουσίαν ἐχέτω Φιλέρως καὶ Πραπὶς ἐπιτιμέοντες Τρυφαίνᾳ
τρόπῳ ᾧ κα θέλωντι. δότω δὲ Τρύφαινα Στάκτῃ ἀργυρίου μνᾶς δύο ἢ ἐνι-
- FD III 3:333
- Delphi : Phokis : Delphi
ἀπέλυσε τᾶς παραμονᾶς Εἰσιάδα τὰν ἰδίαν θρεπτάν, καὶ ἀπέχω τὸ ἐν τᾷ παραμονᾷ καταγεγραμένον χρῆμα,
κ̣αὶ τὸν γεγενημένον ἐν τᾷ παραμονᾷ ἐξ αὐτᾶς υἱὸν Νικόστρατον, ὃν καὶ μετωνόμασα θέσει Κλεόμαντιν, ὅπως ἔωνται ἐλεύθεροι
ἀπὸ παντὸς τοῦ βελτίστου καὶ μηδενὶ μηδὲν ποθηκότες κατὰ μηδένα τρόπον. ἐπὶ δέ κά τι πάθῃ ἀνθρώπινον Κλεόμαντις,
- FD III 3:336
- Delphi : Phokis : Delphi
θαρχέοι Ζώπυρος ἢ μὴ ποιέοι τὸ ἐπι-
τασσόμενον, ἐξουσίαν ἐχέτω Μενε-
κράτεια ἐπιτιμέουσα Ζωπύρῳ οἵω[ι]
θερος ἔστω Ζώπυρος καὶ μηθε[νὶ]
μηδὲ ἓν ποθήκων καὶ ἐξουσίαν ἐ[χέ]-
τω ποιῶν ὅ κα θέλῃ καὶ ἀποτρέχων [ᾇ]
βαιωτὴρ Ἁβρόμαχος, καὶ ὁμοίως [οἱ]
παρατυγχάνοντες ἐξουσίαν [ἐ]-
χέτωσαν συλέοντες Ζώπυρον ὡ[ς]
- FD III 3:337
- Delphi : Phokis : Delphi
[ρίχα, Σ]ύμφορον, Τρυφέρα πάντα τὸν χρόνον ἕ[ως] κα ζῇ Μενεκράτεια, δουλεύοντα καὶ ποιοῦντα π[ᾶν τ]ὸ ἐπιτασσόμενο[ν πᾶν τὸ δυνατόν. εἰ δέ τι τῶν προγεγραμμέ]νων σωμάτων μὴ πειθαρχέ[οι]
[ἢ μὴ π]οιέοι τὸ ἐπι[τασσ]όμενον ὑπὸ Μενεκρατείας, ἐξουσίαν ἐχέτω Μενεκράτεια εἴτε κα θέλῃ πωλεῖν τῶν προγ[εγ]ραμμένων τι σωμάτων [πωλέουσα εἴτε κολάζουσα καὶ πλαγαῖ]ς καὶ [δ]εσμοῖς καθώς κα θέλῃ. εἰ δέ
[κα ἐν] τῶι ἀνάμεσον χρόνωι γένηται τ[έκνο]ν ἐγ Μενεκρατείας, [δ]ότωσαν Σωτηρίχα, Σύμφορον, Τρυφέρα ἑκάστα αὐτᾶν τῶι τέ[κνωι] τῶι ἐγ Μενεγρατείας ἀργυ[ρίου μνᾶν καὶ ἐλευθέρα ἔστω ἀπὸ πάν]των. ἐπεί δέ κα τι πάθῃ ἀνθρώπινον
Μενεκράτεια ἀγενὴς ὑπάρχουσα, ἔστωσαν τὰ προγεγραμμένα σώματα πάντα ἐλεύθερα μηθενὶ μηθὲν ἐκτείσαντα ΟΣ[․․․․]Μ̣ΕΙΝΩΝΤΙ ἐν τᾷ παραμονᾶ, [ἀλλὰ ἐξουσίαν ἐχέτωσαν ποιέοντ]α ὅ κα θέλωντι καὶ ἀποτρέχοντα ᾇ κα θέ-
λωντι. εἰ δέ τις ἐφάπτοιτο τῶν προγεγραμμένων σωμάτων ἐπὶ καταδουλισμῷ, κύριος ἔστω πᾶς ὁ παρατυχὼν σ[υλέω]ν καὶ ἀφαιρείμενος ἐν [ἐλευθερίαν ἀζάμιος ὢν καὶ ἀνυπόδικο]ς πάσας δίκας καὶ ζαμίας· καὶ οἱ ἱερεῖς
τοῦ Ἀπόλλωνος οἱ ἐσόμενοι τόκα ἐξουσίαν ἐχέτωσαν ἀφαιρείμενοι ἐν ἐλευθερίαν ὡς ἐλεύθερα. μάρτυροι οἵ τε ἱερεῖς τοῦ Ἀπ[όλ]-
λωνος Λαιάδας Βαβύλου, Νικόστρατος Ἄρχωνος, καὶ οἱ προστάται Καλλίστρατος Αἰακίδα, Ξενόκριτος Μένητος, καὶ ὁ νακόρος Δάμω[ν]
- FD III 3:338
- Delphi : Phokis : Delphi
ἀποκαθήμενος ἐν τῶι γυμνασίωι καὶ διατιθέμενος σχολὰς ἐν αἷς καὶ εὐδοκίμησε,
διδομένου τε αὐτῶι καὶ ἐράνου ὑπὸ τᾶς πόλιος οὐκ ἐδέξατο, φάμενος ἐπιδεδα-
μήκειν ἐν Δελφοὺς τᾶς τε τοῦ θεοῦ τιμᾶς ἕνεκα καὶ τᾶς Δελφῶν καταλογᾶς, ὃν καὶ ἐπὶ
- FD III 3:339
- Delphi : Phokis : Delphi
ρυος πατέρος, συμπαρούσας καὶ Ἁρμοῦς καὶ τοῦ ἀνδρὸς αὐτᾶς Σω[τ]ᾶ, τῶι Ἀπόλλωνι τῶι Πυθίωι
σῶμα γυναικεῖον ἇι ὄνομα Εὐφροσύνα τὸ γένος οἰκογενῆ, τιμᾶς ἀργυρίου μνᾶν ἓξ καὶ τὰν τι-
μὰν ἔχοντι πᾶσαν. βεβαιωτὴρ κατὰ τοὺς νόμους τᾶς πόλιος Νικόμαχος Φιλοξένου, Φιλαίτω-
- FD III 3:346
- Delphi : Phokis : Delphi
[σ]ομένον πᾶν [τὸ δυνατό]ν. εἰ δὲ μὴ ποέ-
[οι], ἐξουσίαν ἐχέτω[σαν ἐπιτ]ιμέο[υ]-
[σα]ι τρόπῳ [ᾧ] κα θέλωντι πλὰν μὴ πωλέου-
[․․․7․․․], Δάμων, Βαβύλος. καὶ εἰ θέλοι Καλ̣-
[λὶς ․․․]ειμεν ἢ ὑποθέμεν Διογένην, ἐ-
[ξουσία]ν ἐχέτω.
- FD III 3:347
- Delphi : Phokis : Delphi
[τῶι θεῶι τὰν ὠνὰν ἐφ’ ᾧτε ἐλευ]θέραν εἶμεν καὶ ἀνέφαπτον ἀπὸ πάντων τὸν πάντα βίον. παραμειν[άτω δὲ Εὐ]αμερὶς Κλεονίκαι ποιοῦσα τὸ ἐπι-
[τασσόμενον πᾶν ἀνεγκλήτως] ἕως κα ζῇ Κλεονίκα. εἰ δὲ μὴ παραμε[ί]ναι ἢ μὴ ποέοι τὸ ἐπιτασσόμεν[ον, ἐξουσίαν ἐχέτω] Κλεονίκα ἐπιτιμέουσα τρόπωι
[ὧι κα θέλῃ, ἀζάμιος καὶ ἀνυπόδ]ικος οὗσα. εἰ δέ τις ἐφάπτοιτο Εὐαμερίος ἐπὶ καταδουλισμῷ, βέβα[ιον παρεχ]έτω τῶι θεῶι τὰν ὠνὰν ἅ τε
- FD III 3:351
- Delphi : Phokis : Delphi
π’ αὐτᾶς πᾶν τὸ δυνατόν. εἰ δὲ μὴ ποιέοι ἢ μὴ παραμένοι καθὼς
γέγραπται, ἐξουσίαν ἐχέτω Ἀσκληπὼ μαστιγοῦσα Σωτηρὶν καὶ ἐπι-
τιμέουσα αὐτᾶι. εἰ δὲ πρότερον θέλοι χωρίζεσθαι Σωτη-
- FD III 3:363
- Delphi : Phokis : Delphi
[νον, πᾶ]ν ποιέοντες τὸ δυνατὸν ἀνενκλήτως. εἰ [δὲ] μὴ παραμίνοισαν ἢ μὴ ποιήοισαν τ[ὸ]
[ἐπιτασσ]όμενον, ἐξουσίαν ἐχέτω Ἀριστόνικος καὶ Ἀντιγόνα ἐπιτιμέοντες αὐτοῖς τρόπῳ ᾧ κα
[θέλων]τι. εἰ δέ τι γένοιτο ἀνθρώπινον περὶ Ἀρισστόνικον πρῶτον, μένουσαν Ἀντιγόναν κατ’ αὐ-
- FD III 3:364
- Delphi : Phokis : Delphi
αρεστέοι Πατροφίλα, ἀποδότω Δαμοστράτα Πατροφίλᾳ τροφεῖα ἀργυ-
ρίου μνᾶς τρεῖς· ἄλλως δὲ μὴ ἐχέτω ἐξουσίαν ἀπελθεῖν ἀπὸ Πα-
τροφίλας. εἰ δέ τι πάθοι Πατροφίλα, ποιησάτω τὰ ποτὶ γᾶν πάντα
- FD III 3:369
- Delphi : Phokis : Delphi
τὸ ἐπιτασσόμενον πᾶν τὸ δυνατόν.
εἰ δὲ μὴ ποήοι, ἐξουσίαν ἐχέτωσαν ψ[ο]-
φήοντες καὶ διδέντες πλὰν μὴ πωλέο[ν]-
οἵ τε ἀποδόμενοι καὶ ὁ βεβαιωτὴρ· [ὣς]
[δὲ] καὶ ὁ παρατυχὼν ἐξουσίαν [ἐχέτω]
[συλέων Σωσικράτη ὡς ἐλεύ]θ̣ε̣[ρον — — —]
- FD III 3:374
- Delphi : Phokis : Delphi
[βεβαι]ωτὴρ κατὰ τοὺς νόμους Μένης Δάμωνος, ἐφ’ ᾧτε ἐλεύθερον εἶμεν καὶ ἀνέφαπτον Ἀφροδείσιον, ποιοῦντα ὅ κα θέλῃ καὶ ἀποτρέχοντα
[οἷς κα] θέλῃ. παραμεινάτω δὲ Ἀφροδείσιος Εὐαινέτῳ καὶ Σωσίχᾳ ποιῶν τὸ ἐπιτασσόμενον πᾶν τὸ δυνατόν· εἰ δὲ μὴ ποιέοι, ἐξουσίαν ἐχέτωσαν Εὐ-
αίνετος καὶ Σωσίχα ἐπιτιμέοντες τρόπῳ ᾧ κα θέλωντι πλὰν μὴ πωλέοντες. εἰ δέ τις ἐφάπτοιτο Ἀφροδεισίου ἐπὶ κα-
τοῦ Ἀπόλλωνος Καλλίστρατος Αἰακίδα, Φίλων Στρατάγου, καὶ ἰδιῶται Διόδωρος Φιλονίκου, Πολύκλειτος Μέντορος, Λα-
[ιά]δας Λέωνος, Ξεναγόρας Ἁβρομάχου, Ἀλέξανδρος Μηνοδώρου.
- FD III 3:383
- Delphi : Phokis : Delphi
χρόνοι[ς πο]λλὰς ἀποδείξεις πεποίητα[ι τᾶς τε ποτὶ τὸν θεὸν εὐσεβείας]
καὶ τᾶς ποτὶ τὰμ πόλιν αἱρέσιος καὶ [εὐνοίας, καὶ νῦν ἐξαποστειλάντων]
ἁμῶν ποτ’ αὐτὸν πρεσβευτὰς τὸν τε πρ[όξενον τῶν Ῥ]οδί[ων Πραξίαν]
τᾶς χώρας ἇς ἀμφιλλέγοντι Ἀμ[φ]ισσ[εῖς ποτὶ τὰμ πό]λιν, [τούς τε πρεσβευ]-
τὰς ἀπεδέξατο φιλανθρώπως καὶ τ[ᾶς φιλίας τᾶς] ὑπαρ[χούσας ἀξίως ἀπέ]-
στειλε τῶν πολιτᾶν ἄνδρας ἐννέα [οἷς κ]αὶ πα[ρα]γενομ[ένοις ἐπιμελὲς ἦν]
[τυ]χεῖν ἁμῖν τὰ ἀμφιλλ[εγ]όμενα, τὰν [δ]ὲ ἐνδαμίαν ἐπ[οίησαν καλὰν]
[κα]ὶ ἀξίαν αὐτῶν καὶ τοῦ δάμου τοῦ ἐξαποστείλαντ[ος αὐτούς· εἶναι]
[δ]ὲ αὐτοῖς καὶ προξενίαν καὶ προμαντείαν καὶ ἀσυλί[αν καὶ προεδρίαν]
- FD III 3:386
- Delphi : Phokis : Delphi
βεβαιωτὴρ κατὰ τοὺς νόμους τᾶς πόλιος Αἰακίδας Εὐκλίδα καθὼς ἐπίστευσε Δόξα τῷ θ[ε]ῷ τὰν ὠνὰν ἐφ’ ᾧτε ἐλευθέραν ἶμεν καὶ ἀνέφαπτος ἀπὸ
πάντων τὸν πάντα χρόνον. παραμινάτω δὲ Δόξα Εὐρώπᾳ ποιοῦσα πᾶν τὸ ἐπιτασ[σόμε]νον, ἐξουσίαν δ’ ἐχέτω Εὐρώπα ἐπιτιμέουσα
[․․]τρόπῳ ᾧ κα θέλῃ. ἐπὶ δέ κά τι ἀνθρώπινον γένηται περὶ Εὐρώπαν, ἐλευ[θέρα ἔστ]ω Δόξα μηθενὶ μηθὲν ποθήκουσα κατὰ μηθέ-
- FD III 3:387
- Delphi : Phokis : Delphi
Φιλωτέρᾳρα, ποιοῦσα πᾶν [τὸ] ἐπιτασσόμενον πᾶν τὸ δυνατόν. εἰ δὲ μὴ
παραμένοι μηδὲ ποιέοι τὸ [ἐπι]τασσόμενον, ἐξουσίαν ἐχέτω Φιλωτέρα ἐπι-
τειμέουσα τρόπωι [ᾧ κα θέ]λῃ. ἐπεὶ δέ κά τι ἀνθρώπινον γένηται περὶ Φιλωτέ-
- FD III 3:388
- Delphi : Phokis : Delphi
δεδώκουσαν τὰν ἐλευθερί[α]ν αὐτοῖς ἀργυρίου μνᾶς τρεῖς, ἀνδρεῖον δὲ ᾧ ὄ[νο]μα Φίλων,
τὸν ἐξ ἐλευθέρας γενόμενον Τ[․․․․c.12․․․․]ΟΥΣ, ἀμφότερα ταῦτα ἀπέδο[τ]ο Πρόθυμος
τῷ θεῷ ἀργυρίου μνᾶς, ΕΠΕ[— — — c.18 — — —]Σ πεισθεὶς ΣΥΝΕΧΩΝ[․]ΕΚΑΤΟΝΑΝ
- FD III 3:389
- Delphi : Phokis : Delphi
[ων]ι τῶι Πυθίωι σώματα δύο, ἓν μ[ὲν γυναικεῖον οἰκογενὲς ᾇ ὄνομα Σω]-
[σίχ]α καὶ τὸ ἐξ εὐτᾶς παιδάριον ᾧ [ὄνομα Φιλώτας, τιμᾶς ἀργυρίου ἑκά]-
[τερ]ον μνᾶν πέντε, καὶ τὰν τιμὰ[ν ἀπέχοντι πᾶσαν. βεβαιωτὴρ κατὰ]
- FD III 3:390
- Delphi : Phokis : Delphi
[— — — — — παραμεινάτω δὲ Σωτηρίχα Εὐκλείδᾳ καὶ Μηνοδότᾳ], ποι[ο]ῦσα τὸ ἐπιτασσομένον [πᾶν τὸ δυνατόν. εἰ δὲ μὴ ποιέοι],
[ἐξουσίαν ἐχέτωσαν Εὐκλείδας καὶ Μηνοδότα ἐπιτιμέοντες Σωτη]ρίχᾳ τρόπῳ ᾧ κα θέλωντι [— — — — — —]
[— — — — — — — — — — — — — — — — — — — — — ․․․․․․․․]Σ. μάρτυροι οἵ τε ἱερεῖς [— — — — —]
- FD III 3:392
- Delphi : Phokis : Delphi
χει πᾶσαν. βεβαιωτὴ[ρ κατὰ τοὺς νόμους τᾶς πόλιος — — — — — — —. παραμεινάτω δὲ Ὀνα]-
σίφορον Διοκλέᾳ ἕω[ς κα ζῇ, πᾶν ποιοῦσα τὸ ἐπιτασσόμενον ἀνενκλήτως· εἰ δὲ μὴ, ἐξουσίαν ἐχέτω Διό]-
κλεα ἐπιτιμέουσ[α Ὀνασιφόρῳ τρόπῳ ᾧ κα θέλῃ. ἐπεὶ δέ κά τι ἀνθρώπινον γένηται περὶ Διόκλεαν, ἐλευ]-
- FD III 3:399
- Delphi : Phokis : Delphi
τασσόμενον πᾶν ἀνεπικωλύτως. [εἰ δὲ μὴ παραμένοι ἢ μὴ]
ποιέοι τὸ ἐπιτασσόμενον καθὼς [ἐπάνω γέγραπται, ἐξουσίαν]
ἐχέτω Καλλίστρατος καὶ Τιμὼ ἐπιτιμ[έοντες τρόπωι ὧι κα θέλων]-
τι. ἐπεὶ δέ κα τι ἀνθρώπινον γένητ[αι περὶ Καλλίστρατον καὶ Τι]-
μώ, ἐλευθέρα ἔστωι Στράτω καὶ ἀπολ[ελυμένα τᾶς παραμονᾶς, καὶ ἐ]-
ξουσίαν ἐχέτω καὶ μένουσα καὶ [ἀποτρέχουσα ᾇ κα θέλῃ. εἰ δέ τις]
ἐφάπτοιτο ἐπί καταδουλισμῶι Στρα[τοῦς, βέβαιον παρεχόντω τῶι θεῶι]
- FD III 3:401
- Delphi : Phokis : Delphi
σόμενον τὸ δυνατὸν. ἐὰν δὲ μὴ ποιῇ τὸ ἐπιτασσόμενον Ἀντιγό[να],
ἐξουσίαν ἐχέτω Ἀφροδισία ἐπιτιμέουσα τρόπῳ ᾧ κα θέλῃ. μάρτυρ[οι]
οἵ τε εἱερῖς τοῦ Ἀπόλλωνος Καλλίστρατος Αἰακίδα, Διόδωρος [Δω]-
- FD III 3:403
- Delphi : Phokis : Delphi
[ἄρχοντος Καλλιστράτου τοῦ Αἰακίδ]α, μηνὸς Ἀμαλίου, βουλευόντων Μελισσίωνος, Κλέωνος, Σωτύλου ἀπέδοτο Λάδικος Σωσία σῶμα ἀ[ν]-
[δρεῖον ὧι ὄνομα Ζωΐλος τῶι Ἀπόλλωνι τ]ῶι Πυθίωι ἐπ’ ἐλευθερίᾳ τιμᾶς ἀργυρίο[υ] μνᾶν ἕξ, καὶ τὰν τιμὰν ἔχω πᾶσαν. βεβαιωτὴρ κατὰ τοὺς νομο[ὺς]
[τᾶς πόλιος Νικαῖος Νίκωνος. παραμεινάτ]ω δὲ Ζωΐλος Λαδίκωι πάντα τὸν [τ]ᾶς ζωᾶς αὐτοῦ χρόνον, ποιῶν τὸ ἐπιτασσόμενον πᾶν ἀνενκλήτως. εἰ δὲ μὴ παραμέν-
- FD III 3:405
- Delphi : Phokis : Delphi
κράτης Ἀστοξένῳ καὶ Δαμοῖ, ποιῶν τὸ ἐπιτα[σσ]όμενον πᾶν τὸ δυνα-
τόν. εἰ δὲ μὴ παραμένοι ἢ μὴ ποιέοι τὸ ἐπιτασ[σό]μενον, ἐξουσίαν ἐχέ-
τωσαν Ἀστόξενος καὶ Δαμὼ ἐπιτιμέοντες τ[ρ]όπωι ᾧ κα θέλωντι. ἐπεὶ
- FD III 3:412
- Delphi : Phokis : Delphi
[σαν] αὐτός τε Νίκαρ[χος καὶ Ἀ]θ̣ανίς, ὥστε παραμεῖναι ἀμ[φοτέροις ἕως κα ζῶντι, ποιῶν τὸ ἐπιτασσόμενον]
[πᾶν]. εἰ δὲ μὴ ποέοι τ[ὸ ἐπιτασ]σόμενον ὑπό τε Ἀθανίος [καὶ — — — — —, ἐξουσία]ν [ἐχέτωσαν Ἀθανὶς καὶ]
[— — — — — ἐ]πιτιμ[έοντες Νικάρχῳ τρό]-
- FD III 3:413
- Delphi : Phokis : Delphi
Εὐνομίᾳ ἕως κα ζῇ, ποι[έουσα τὸ ἐπιτ]ασσόμενον ὑπ’ αὐτᾶς πᾶν ἀν[εγκλήτως τὸ]
δυνατόν. εἰ δὲ μὴ ποιέο[ι, ἐξουσίαν] ἐχέτω Εὐνομία ἐπιτιμέου[σα τρόπῳ ᾧ κα]
θέλῃ. Λυκίσκος δὲ μὴ πα[ραμεινάτω Ε]ὐνομίᾳ, ἀλλὰ ἔστω ἐλεύθ[ερος μηθενὶ]
- FD III 3:417
- Delphi : Phokis : Delphi
[νάτω δὲ Σωσικράτεα Θεοδότᾳ ἕως κ]α ζῇ, ποιοῦσα τὸ ἐπιτασσόμενον πᾶν ἀνεγκλήτως τὸ δυνα-
[τόν. εἰ δὲ μὴ ποέοι, ἐξουσίαν ἐχέτω Θ]εοδότα ἐπιτειμέουσα τρόπῳ ᾧ κα θέλῃ. ἐπεὶ δέ κα τι ἀνθρώπι-
[νον γένηται περὶ Θεοδόταν, ἐλ]ευθέρα ἔστω Σωσικράτεα καὶ μηθενὶ μηθὲν ποθήκουσα. εἰ δέ τις ἐφά-
- FD III 3:418
- Delphi : Phokis : Delphi
[χει πᾶσαν. βε]βαιωτ[ὴρ κ]ατὰ τοὺ[ς] ν[όμου]ς τᾶς πόλιος Μελισσίων Διονυσίου. παραμινάτω δὲ Σωσὼ Λαδίκᾳ ἕ-
[ως κα ζῇ, ποιοῦσα] τ[ὸ] ἐ[πι]τασσόμενον πᾶν· εἰ δὲ μὴ ποιέοι, ἐξουσίαν ἐχέτω Λαδίκα ἐπιτειμέουσα τρόπῳ ᾧ κα
[θέλῃ. εἰ δὲ θέλοι] Σωσὼ προαπελθεῖν ἀπὸ Λαδίκας, δότω Λαδίκᾳ ἀργυρίου μνᾶς τρεῖς· εἰ δέ τι ἀνθρώπινον γέ-
- FD III 3:421
- Delphi : Phokis : Delphi
[βεβαιωτ]ὴρ κατὰ το[ὺς νόμους τᾶς πόλιος — — — — — — —] παρα[μεινάτω δὲ Βοία — — — — —]
[τὸν τᾶς] ζωᾶς χρόνον ποιοῦσα πᾶν τὸ ἐπιτασσόμ[ε]νο[ν πᾶν ἀνε]γκλήτως. [εἰ δὲ μὴ ποιέοι, ἐξουσίαν]
[ἐχέτω — —]καια ἐπιτιμέουσα Βοίᾳ τρόπῳ ᾧ κα θέλῃ. ἐπεὶ δέ κα τ[ι ἀνθρώπινον γέν[ηται περὶ — — καιαν, ἐλευ]-
- FD III 3:424
- Delphi : Phokis : Delphi
[μινάτω δὲ Διαβούλιον Δ]α̣ντοῖ π[οιοῦσα τὸ ἐπιτασσόμενον πᾶν τὸ δυ]νατόν.
[εἰ δὲ μὴ ποέοι, ἐξουσία]ν ἐχέτ[ω Δαντὼ ἐφιτιμέουσα τρόπῳ ᾧ κα θέ]λῃ, πλὰν
[μὴ πωλέουσα. εἰ δέ τις] ἐφάπτ[οιτο Διαβουλίου ἐπὶ καταδουλισμῷ, βέ]βαιον
- FD III 3:426
- Delphi : Phokis : Delphi
ται Καλλίσστρατος Αἰακίδα, Βαβύλος Αἰακίδα, Ἁβρόμ[αχος Ξε]-
ναγόρα, Ἴστρος Κτήσωνος, Σώτηρος Ἀλεξάν[δρου].
- FD III 3:429
- Delphi : Phokis : Delphi
[τὸ ἐπιτασσόμ]ενον πᾶν τὸ δυνατόν. εἰ δὲ μὴ παραμένοι ἢ μὴ
[ποιέοι τὸ ἐ]πιτασσόμενον, ἐξουσίαν ἐχέτωσαν Πολυκράτης καὶ
[Φιλὼ ἐπιτι]μέοντες τρόπωι ᾧ κα θέλωντι. ἐπεὶ δέ κα τι ἀνθρώπινον
- FD III 3:430
- Delphi : Phokis : Delphi
Διοδώρου, Πολυκράτης Φιλοκράτεος, Πολυτιμίδας Ἀθάμβου, Σώτη-
ρος Ἀλεξάνδρου, Σατυρίων Σατύρου.
- FD III 3:433
- Delphi : Phokis : Delphi
τω δὲ Νίκανδρος Παρμόνᾳ ποιῶν τὸ ἐπ[ι]τασ[σόμενον πᾶν τ]ὸ δυνατόν. εἰ δε μ[ὴ]
παραμείναι ἢ μὴ ποέοι τὸ ἐπιτασσόμε[ν]ον, ἐξου[σίαν ἐχέτ]ω Παρμόνα ἐπιτιμέου-
σα τρόπῳ ᾧ κα θέλῃ. ἐπὶ δέ κα τι κα [τι] ἀνθρώπινονον γένοιτοιτο περὶ Παρμό-
ναν, ἐλεύθερος ἔστω Νίκανδρος καὶ ἀπολελυμένος τᾶς παραμόνας καὶ ἐξου-
σίαν ἐχέτω καὶ μένων καὶ χωριζόμενος ὅπᾳ κα θέλῃ. εἰ δέ τις ἐφάπτοιτο Νικά[ν]-
- FD III 3:434
- Delphi : Phokis : Delphi
[παραμεινάτω δ]ὲ Σωτηρὶς Γλααυκίᾳ Γλαυκίᾳ ἕως κα ζῇ, ποιοῦσα τὸ ἐπιτασόμενον πᾶν τὸ δυνατόν. εἰ [δὲ]
[μὴ ποιέοι π]ᾶν [․]ιο τὸ ἐπιτασσόμενον, ἐξουσίαν ἐχέτω [Γλ]α[υκί]ας ἐπιτιμέων τρόπῳ ᾧ κα θέλῃ πλὰν [μὴ πω]-
[λέων. εἰ] δέ τις ἐφάπτοιτο Σωτηρίος ἐπὶ καταδουλισμῷ, βέβαιον παρεχόντω τῶι θεῷ τὰν ὠνὰν οἵ τε ἀπο[δόμε]-
- FD III 3:436
- Delphi : Phokis : Delphi
καὶ Φιλιστοῖ π[οιῶν τὸ ἐπιτασσόμενον πᾶν τὸ δυνατόν].
εἰ δὲ μὴ ποιέοι, [ἐξουσίαν ἐχέτωσαν — — — καὶ Φιλιστὼ ἐπι]-
τιμέοντες Τ[— — — — — — — — — — — — — — — —. εἰ δέ]
- FD III 3:439
- Delphi : Phokis : Delphi
[— — —]ος Διονυσίου. παραμινάτω [δ]ὲ Θεοξένα Θεοφίλῳ καὶ Ε[ὐαμέρῳ ἕως κα ζῶντι, ποιοῦσα τὸ ἐπιτασσόμενον]
[πᾶν τὸ δυ]νατ[όν]. εἰ δὲ μὴ ποιέοι, [ἐξου]σίαν ἐχέτωσαν Θεόφιλος [καὶ Εὐάμερος ἐπιτιμέοντες τρόπῳ ᾧ κα θέλωντι πλὰν]
[μὴ πωλέοντ]ες. εἰ δέ τι ἔγγονον [γέ]νοιτο ἐκ Θεοξένας ἐν τῷ τᾶ[ς παραμονᾶς χρόνῳ, ἐλεύθερον ἔστω καὶ μηθενὶ μηθὲν ποθῆ]-
- FD III 4:6
- Delphi : Phokis : Delphi
Δελφοὶ ἔδωκαν Δεινίππωι Δεινύλου Μεσσανίωι
ἐξ Ἰθώμας, αὐτῶι καὶ ἐκγόνοις, προξενίαν, προμαντείαν,
προεδρίαν, προδικίαν, ἀσυλίαν, ἀτέλειαν πάντων.
- FD III 4:11
- Delphi : Phokis : Delphi
Εὐδόκου, βουλευό[ν]των Καλλικλεῦς,
Ἀρίστ[ω]νος, Δεξίππου, Ἀργιλίου,
[Ἀ]μυνάνδρου.
- FD III 4:15
- Delphi : Phokis : Delphi
καὶ τοῖς ἄλλοις προξένοις καὶ εὐεργέταις. ἄρχοντος Εὐαγόρα, βουλευόντω[ν]
Δαμάρχου, Τελεδάμου, Δεξίππου.
- FD III 4:16
- Delphi : Phokis : Delphi
ὶ τοῖς ἄλλοις προξένοις καὶ εὐεργέ[τα]-
ις. ἄρχοντος Ἀλεξάρχου, βουλευόντω[ν]
Φαίνιος, Ἀρχιάδα, Ἁγίωνος.
- FD III 4:17
- Delphi : Phokis : Delphi
λλα ὅσα καὶ τοῖς ἄλλοις [προξένοις]
[κα]ὶ εὐεργέταις. ἄρχοντος Ἀλε[ξάρχου],
βουλευόντων Φαίνιος, Ἀρχιάδα, Ἁγ[ίωνος].
- FD III 4:23
- Delphi : Phokis : Delphi
προμαντείαν, προξενίαν, προεδρίαν, προδικίαν, ἀσυλίαν, ἀτέλειαν πάντων, καὶ τἆλλα ὅσα
καὶ τοῖς ἄλλοις προξένοις καὶ εὐεργέταις δίδοται. ἄρχοντος Ἁλεξέα, βουλευόντων Λυσιμάχου,
Ἀρχέλα, Λυσιδάμου, Εὐθυδίκου, Ἀρχέλα.
- FD III 4:24
- Delphi : Phokis : Delphi
αὐτοῖς καὶ ἐκγόνοις προξενίαν, προμαντείαν, προεδρίαν, προδικίαν, ἀσυλ[ί]αν, ἀτέλειαν [πά]ντ[ων],
καὶ τἆλλα ὅσ[α καὶ το]ῖς ἄλλ[οι]ς εὐεργέταις τοῦ τε ἱεροῦ καὶ τᾶς πόλιος δίδοται. ἄρ[χοντος Ἀλεξέα],
βουλευόντ[ων Λυσιμάχου, Ἀρχέλ]α, Λυσιδάμου, Εὐθυδίκου, Ἀρχέλα.
- FD III 4:25
- Delphi : Phokis : Delphi
[λα ὅσα καὶ το]ῖς ἄλλοις προξένοις κ[αὶ]
[εὐεργέτα]ις. ἄρχοντος Ἀλεξέα, βου-
[λευόντω]ν Ἀρχέ[λα, Λ]υσιμάχου,
- FD III 4:31
- Delphi : Phokis : Delphi
καὶ τοῖς ἄλλοις προξένοις [καὶ εὐεργέτ]αις. ἄρχοντος [Θ]ρασυκλέ[ος, βουλευόν]-
των Δεξώνδα, Μαντία, Ξεν[αινέτου].
- FD III 4:37
- Delphi : Phokis : Delphi
[χρεία ᾖ, κατὰ τὰς ἑῴας πόλεις καὶ νήσους πράσσωσιν ἀκίνδυνοι καὶ κατὰ θ]άλασσαν ἀσφαλῶς πλεῖν δύνω[νται], τήν τε Κιλικίαν διὰ ταύτας τὰς αἰτίας [αὐτὰς Μάαρ]-
[κον Ἀντώνιον στρατηγὸν ἀνθύπατον κατεσχηκότα ὑπομνησάτω· ὁμοίως δὲ] καὶ π[ρ]ὸς τὸν βασιλέα τὸν ἐν [τῇ ν]ήσῳ Κύπρωι βασιλεύοντα καὶ πρὸς τὸν βασιλ[έα τὸν ἐν Ἀλε]-
ξανδρείαι καὶ Αἰγύ[πτωι βασιλεύοντα καὶ πρὸς τὸν βασιλέα τὸν ἐν Κυ]ρήνῃ βασιλεύοντα καὶ πρ[ὸς] τοὺς βασιλεῖς τοὺς ἐν Συρίαι βασιλεύον[τας, οἷς πᾶσι]
φιλία καὶ συμμαχία ἐ[στὶ πρὸς τὸν δῆμον τὸν Ῥωμαίων, γράψας διασαφησά]τω καὶ ὅτι δίκαιόν ἐ[στιν αὐ]τοὺς φροντίσαι μὴ ἐκ τῆς βασιλείας αὐτ[ῶν μήτε] τῆ[ς]
χώρας ἢ ὁρίων πειρατὴ[ς μηδεὶς ὁρμήσῃ, μηδὲ οἱ ἄρχοντες ἢ φρούραρχοι οὓς κ]αταστήσουσιν τ[οὺς] πειρατὰς ὑποδέξωνται, καὶ φροντίσαι, ὅσον [ἐν αὐ]τοῖς ἐσ[τι]
τοῦτο, ὁ δῆμος ὁ Ῥωμαίω[ν ἵν’ εἰς τὴν ἁπάντων σωτηρίαν συνέργους ἔχῃ προθύμους]. γράμματα [πρὸς τ]οὺς βασιλεῖς κατὰ τὸν νόμον τοῦτον ἀποστελ[λόμ]ενα τοῖς ἀ[πὸ]
δόγμα φροντισάτω ἵνα γένη[ται διεγνωσμένον, ἐπειδὰν τοὺς πρεσβευτάς, εἴτε νό]μος ἐστὶν εἴτε δήμου γνώμη ἐστίν, εἰσαγειοχὼς ᾖ· τοῦ[τ]ό τε ἀζ[ημίῳ αὐτῷ]
[ἐ]ξέστω ποιῆσαι. —— στρατ[ηγὸς ὕπατος ἢ ἀνθύπατος, ὃς ἂν πορεύηται ε]ἰς Ἀσίαν ἐπαρχείαν, Γαίωι Μαρίωι καὶ Λευκίωι Οὐαλερίωι [ὑπάτοις], ἐπειδὴ ἐν τῇ ἐπα[ρχ]είᾳ ἐ[γέ]-
νετο, γράμματα πρὸς τοὺς δήμο[υς φίλους καὶ συμμάχους ἀποστειλάτω καὶ πρὸς] τοὺς βασιλεῖς τοὺς ἐπάνω γεγραμμένους, ὁμοίω[ς δὲ πρὸς οὓς κ]αὶ ὁ ὕπατος κατ[ὰ]
τωσαν, ὅσοι ἂν κατὰ τοῦτον τὸν [νόμον ․․․․․․․․․․․․․․․․․․ ὅπως οὕτως γένη]ται φροντισάτωσαν. —— στρ[ατηγὸς δ’ ὡσαύτως ὕπατος ἢ ἀνθύ]πατος, οἵτινες κατὰ τοῦτο[ν]
τὸν νόμον, εἴτε δήμου γνώμη εἴηι [εἴτε νόμος, τῶν ἐπιόντων ἐτῶν ἐν Μα]κεδονίαι ἐπαρχείαν ἕξει, εὐ[θὺς ․․․․․․․․․․․․․․․․․․ εἰς Θρά]ικην, ἧς Τῖτος Δείδιος ἡγούμενο[ς]
ἐκράτησεν, πορευθήτω· τοῦ τε ἐπάν[ω ․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․]τω, ταύτην τε τὴν ἐπαρχ[είαν ․․․․․․․․․․․․․․․․․․․․․ φροντισά]τω τε, καθὼς ἂν αὐτῶι δοκῇ κα-
λῶς ἔχειν, ὅπως τὰς δημοσίας προ[σόδους αἳ ἂν ․․․․․․․․․․․․․․ ἐν τῇ ἐπαρχε]ίαι ὦσιν καρπεύων τ[․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․ δ]εήσει· οὗτός τε ἑκάστου ἐνιαυ-
τοῦ μὴ ἔλασσον ἡμερῶν ἕξ [․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․]ς πρὸ τοῦ αλ[․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․, ὅσ]ον ἂν [δυνατὸν ᾖ], ὅπως αὐτὸ[ς]
[ὁπ]όσους ἂν τῶι δήμωι τῶ[ι Ῥωμαίων ․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․ ․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․]ς οὗτος [․․․]
[νῦ]ν εἰσιν ἐκτὸς τῶν δημάρχων καὶ ἐπάρχων, οὗτοι ἐν ἡμέραις πέντε [ταῖς ἔγγιστα αἷς ἂν] ὁ δῆμος τοῦτον τὸν νόμον κυρώσῃ, ὅσοι μετὰ
[ταῦτ]α ἀρχὴν ἕξουσι ἐκτὸς ἐπάρχων, οὗτοι ἐν ἡμέραις πέντε ταῖς ἔγγιστα [ὀμοσάτω, αἷς ἂ]ν εἰς τὴν ἀρχὴν εἴσεται, οἵτινές τε αὐτῶν ἐν Ῥώμ[ῃ]
[εἰσίν]· ὀμοσάτω τὸν Δία καὶ τοὺς θεοὺς τοὺς πατρώιους ποιήσειν ὅσα ἐν τούτωι τῶι νόμωι κατακεχώρισται πάντα ποιήσειν, καὶ φροντίσαι ὅπως γέ-
πεναντίον τούτωι τῶι νόμωι ποιοῦντι ἢ ἐπικρίναντι, ὅσα τε κατὰ τοῦτον τὸν νόμον μὴ ποήσῃ ἢ μὴ κατὰ τοῦτον τὸν νόμον ὀμόσῃ, ὅπως αὐτῶι
[ἀζ]ημίωι μὴ ἐξῇ εἶναι, μήτε ἔλασσον ἐάν τις αὐτὸν κρῖναι βούληται ἐξέστω. —— ἐάν τις ὑπεναντίον τῶι νόμωι τούτωι [τ]ι ποιήσῃ, εἴτε τι οὓς δεῖ κατ[ὰ]
[το]ῦτον τὸν νόμον τι ποιῆσαι ὀμόσαι μὴ ποιήσῃ ἢ μὴ ὀμόσῃ, ἐάν τε τις τούτωι τῶι νόμωι ἔλασσον ποιήσῃ, ἢ ἄλλως ὑπενα[ν]τί[ο]ν ποιήσῃ ἢ ἐν τούτωι τῷ ν[ό]-
τὸ χρῆμα ὀφειλέτω δοῦναι· ταῦτά τε τὰ χρήματα ὁ βουλόμενος, ὅστις ἐ[ν] ταύτηι τῆι πολιτείαι γ[ε]γενημένος ἐστὶν ἐλεύθερος, ὅσοις κατὰ τοῦτον τὸν νό-
μον χρήματα ἐναιτήσειν καὶ κρίνεσθαι ἐξῇ, οὗτοι ἀγέτωσαν καὶ κρινάτωσαν, τό τε ὄνομα καταφερέτωσαν πρὸς τὸν περὶ τούτων· μήτε τις ἄρχων μήτε [τις]
ἀντάρχων ποιείτω ὧι ἔλασσον κριθῇ, μήτε κωλυέτω ὧι ἔλασσον ταῦτα τὰ χρήματα εἰς ἀμφισβήτησιν γένηται καὶ ἀπαιτηθῇ, καὶ κριτήριον γένητ[αι, καὶ]
- FD III 4:37[2]
- Delphi : Phokis : Delphi
[— — — τούτω]ι τῷ νόμωι οὐθὲν [ἐρωτᾶται. —— — — —]
[— — — εἴ τι] δεῖ, ὧι ἔλασσον αὐτῶι ε̣[․․c.7․․ Λ]υκαονίας ἔσται, καθ[άπερ — — —]
[— — —. —— ὕ]πατος, ὃς ἂν πρῶτος γένητ[αι, γράμμ]ατα πρὸς τοὺς δήμους π̣[άντας, οἷς φιλία καὶ συμ]-
[χρεία ᾖ, κατὰ τὰς ἑῴας πόλεις καὶ νήσους πράσσωσιν ἀκίνδυνοι καὶ κατὰ θ]άλασσαν ἀσφαλῶς πλεῖν δύνω[νται], τήν τε Κιλικίαν διὰ ταύτας τὰς αἰτίας [καὶ μὴ διὰ φιλαρ]-
[χίαν ἢ πλεονεξίαν ὑπὸ τοῦ δήμου τοῦ Ῥωμαίων προκατεσχημένην ἀπομνημονευσάτω· ὁμοίως δ]ὲ̣ καὶ πρὸς τὸν βασιλέα τὸν ἐν τ̣[ῇ ν]ήσῳ Κύπρωι βασιλεύοντα καὶ πρὸς τὸν βασιλ[έα τὸν ἐν Ἀλε]-
ξανδρείαι καὶ Αἰγύπ̣[τωι βασιλεύοντα καὶ πρὸς τὸν βασιλέα τὸν ἐν Κυ]ρήνῃ βασιλεύοντα καὶ πρ[ὸ]ς̣ τοὺς βασιλεῖς τοὺς ἐν Συρίαι βασιλευον[τας οἷς πᾶσι]
φιλία καὶ συμμαχία ἐ[στὶ πρὸς τὸν δῆμον τὸν Ῥωμαίων, γράψας διασαφησά]τω καὶ ὅτι δίκαιόν ἐ[στιν αὐ]τοὺς φροντίσαι, μὴ ἐκ τῆς βασιλείας αὐτ[ῶν μήτε] τῆ[ς]
χώρας ἢ ὁρίων πειρατὴ[ς μηδεὶς ὁρμήσῃ, μηδὲ οἱ ἄρχοντες ἢ φρούραρχοι, οὓς κ]αταστήσουσι̣ν̣, τ̣[οὺς] πειρατὰς ὑποδέξωνται, καὶ φροντίσαι, ὅσον [ἐφ’ αὑ]τοῖς ἐσ[τι]
τοῦτο, ὁ δῆμος ὁ Ῥωμαίω[ν ἵν’ εἰς τὴν ἁπάντων σωτηρίαν συνεργοὺς ἔχῃ προθύμους]. γράμματα [πρὸς] τοὺς βασιλεῖς κατὰ τὸν νόμον τοῦτον ἀποστελ[λόμ]ενα τοῖς ἀ[πὸ]
δόγμα, φροντισάτω, ἵνα γένητ̣[αι αὐθημερόν, ἐπειδὰν αὐτοὺς κατὰ τοῦτον τὸν νόμον, εἴτε νό]μος ἐστὶν εἴτε δήμου γνώμη ἐστίν, εἰσαγειοχὼς ᾖ· τοῦ[τ]ό τε ἀζ[ημίωι αὐτῶι]
[ἐ]ξέστω ποιῆσαι. —— στρατ[ηγὸς ὕπατος ἢ ἀνθύπατος, ὃς ἂν πορεύηται ε]ἰς Ἀσίαν ἐπαρχείαν Γαίωι Μαρίωι καὶ Λευκίωι Οὐαλερίωι ὑ̣[πάτοις, οἷς ἡ] ἐπαρ̣χεία ἐ̣[γέ]-
νετο, γράμματα πρὸς τοὺς δήμο[υς φίλους καὶ συμμάχους ἀποστειλάτω καὶ πρὸς] τοὺς βασιλεῖς τοὺς ἐπάνω γεγραμμένους, ὁμοίως [δὲ πρὸς οὓς] καὶ ὁ ὕπατος κατ[ὰ]
τωσαν, ὅσοι ἂν κατὰ τοῦτον τὸν [νόμον, ὅπως οὕτως γένη]ται, φροντισάτωσαν. ——. στρ[ατηγὸς ἢ ἀντιστράτηγος ἢ ἀνθύ]πατος, οἵτινες κατὰ τοῦτον̣
[τὸν νόμον], εἴτε δήμου γνώμη εἴηι(!) [εἴτε νόμος, τῶν ἐπιόντων ἐτῶν ἐν Μα]κεδονίαι ἐπαρχείαν ἕξει, εὐ[θύς, ὅταν εἰς ἀρχὴν εἰσέλθῃ, εἰς Θρά]ικην, ἧς Τίτος Δείδιος ἡγούμενο[ς]
ἐκράτησεν, πορευθήτω· τοῦ τε ἐπάν[ω γεγραμμένου φροντισ]ά̣τω, ταύτην τε τὴν ἐπαρχε[ίαν ․․․․․․․c.18․․․․․․․ φροντισά]τω τε, καθὼς ἂν αὐτῶι δοκῇ κα-
λῶς ἔχειν, ὅπως τὰς δημοσίας προ[σόδους, αἳ ἂν ἐν πάσῃ ταύτῃ τῇ ἐπαρχω]ίαι ὦσιν καρπεύωντ[αι, οὕτως ὡς ἂν βεβαιότατον ᾖ αὐξάνεσθαι δ]εήσει· οὗτός τε ἑκάστου ἐνιαυ-
τοῦ μὴ ἔλασσον ἡμερῶν ἓξ [․․․․․․․․․․․․․c.30․․․․․․․․․․․․․]ς πρὸ τοῦ ἀλ̣[․c.2․ ἀδ̣[․c.2․?, ὅσ]ον ἂν δ̣υ̣ν̣α̣[τὸν ᾖ], ὅπως αὐτό[ς],
[ὁπ]όσους ἂν τῶι δήμωι τῶ[ι Ῥωμαίων — — — — — — — — —c.85— — — — — — — — —]ς οὗτος —
[νῦ]ν εἶσιν, ἐκτὸς τῶν δημάρχων καὶ ἐπάρχων, οὗτοι ἐν ἡμέραις πέντε [ταῖς ἔγγιστα αἷς ἂν] ὁ δῆμος τοῦτον τὸν νόμον κυρώσῃ, ὅσοι μετὰ
[ταῦτ]α ἀρχὴν ἕξουσι ἐκτὸς ἐπάρχων οὗτοι ἐν ἡμέραις πέντε ταῖς ἔγγιστα [ταύταις αἷς ἂ]ν εἰς τὴν ἀρχὴν εἴσεται, οἵτινές γε αὐτῶν ἐν Ῥώμ[ῃ
[ἔσται], ὁμοσάτω τὸν Δία καὶ τοὺς θεοὺς τοὺς πατρώιους ποιήσειν, ὅσα ἐν τούτωι τῶι νόμωι κατακεχώρισται, πάντα ποιήσειν καὶ φροντίσαι, ὅπως γέ-
πεναντίον τούτωι τῶι νόμωι ποιοῦντι ἢ ἐπικρίναντι, ὅσα τε κατὰ τοῦτον τὸν νόμον δεῖ ποιεῖν μὴ ποήσῃ ἢ μὴ κατὰ τοῦτον τὸν νόμον ὀμόση․, ὅπως αὐτῶι
[ἀζ]ημίωι μὴ ἐξῇ εἶναι, μήτε ἔλασσον ἐάν τις αὐτὸν κρῖναι βούληται, ἐξέστω. —— ἐάν τις ὑπεναντίον τῶι νόμωι τούτωι [τ]ι ποιήσῃ, εἴτε τι οὓς δεῖ κατ[ὰ]
[το]ῦτον τὸν νόμον τι ποιῆσαι ὀμόσαι, μὴ ποιήσῃ ἢ μὴ ὀμόσῃ, ἐάν τέ τις τούτωι τῶι νόμωι, ᾧ τις ἄλλος ἔλασσον ὀμόσῃ ποιήσῃ, ἢ ἄλλως ὑπενα[ν]τί[ο]ν ποιήσῃ ἢ ἐν τούτωι τῷ ν[ό]-
τὸ χρῆμα ὀφειλέτω δοῦναι· ταῦτά τε τὰ χρήματα ὁ βουλόμενος, ὅστις ἐ[ν] ταύτηι τῆι πολιτείαι γ[ε]γενημένος ἐστὶν ἐλεύθερος, ὅσοις κατὰ τοῦτον τὸν νό-
μον χρήματα ἐν αἰτήσει ἔχειν καὶ κρίνεσθαι ἐξῇ, οὗτοι ἀγέτωσαν καὶ κρινάτωσαν τό τε ὄνομα καταφερέτωσαν πρὸς τὸν περὶ τούτων, μήτε τις ἄρχων μήτε [τις]
ἀντάρχων ποιείτω, ὧι ἔλασσον κριθῇ, μήτε κωλυέτω, ὧι ἔλασσον ταῦτα τὰ χρήματα εἰς ἀμφισβήτησιν γένηται καὶ ἀπαιτηθῇ, καὶ κριτήριον γένητ[αι, καὶ]