[ ]
Phokis — Delphi — undated
1 | [ἄρ]χοντος Ἐράτωνος, μ[ηνὸς] Ἰλαίου, βουλευόντων Πολεμάρχου τοῦ Δάμωνος, |
[Β]αβύλου τοῦ Λαιάδα, ἀπέ[δοτ]ο Ἀθηναῒς Ἀθανίωνος τῶι Ἀπόλλωνι τῶι Πυθίῳ σῶ- | |
μα γυναικεῖον ᾇ ὄνομα [Εὐα]μερίς, τιμᾶς ἀργυρίου μνᾶν τριῶν, καὶ τὰν τιμὰν | |
ἔχει πᾶσαν. βεβαιωτὴρ [κ]ατὰ τοὺς νόμους τᾶς πόλιος Νικίας Φιλονίκου. παραμι- | |
5 | νάτω δὲ Εὐαμερὶς Ἀθηναΐδι ἕως κα ζῆ, ποιοῦσα τὸ ἐπιτασσόμενον πᾶν ἀνενκλή- |
τως τὸ δυνατόν. εἰ δὲ μὴ ποιέοι, ἐξουσίαν ἐχέτω Ἀθηναῒς ἐπιτειμέουσα τρόπῳ ᾧ κα | |
θέλῃ. ἐπεὶ δέ κά τι ἀνθρώπινον γένηται περὶ Ἀθηναΐδα, ἐλευθέρα ἔστω Εὐαμε- | |
ρὶς καὶ μηθενὶ μηθὲν ποθήκουσα. εἰ δέ τινα ἔγγονα γενηθείη ἐξ Εὐαμερίος ἐν τῷ | |
τᾶς παραμονᾶς χρόνῳ, ἐλεύθερα ἔστω καὶ μηθενὶ μηθὲν ποθήκοντα. εἰ δέ τις ἐφά- | |
10 | πτοιτο Εὐαμερίος ἐπὶ καταδουλισμῷ, βέβαιον παρεχόντω τῷ θεῷ τὰν ὠνὰν ἅ τε |
ἀποδομένα καὶ ὁ βεβαιωήρ· ὁμοίως δὲ καὶ ὁ παρατυχὼν κύριος ἔστω συλέων Εὐα- | |
μερὶν ἐπ’ ἐλευθερίᾳ, ἀζάμιος ὢν καὶ ἀνυπόδικος πάσας δίκας καὶ ζαμίας. εἰ δέ τι | |
ἀνθρώπινον γένητ[αι π]ερὶ Ἀθηναΐδα, ποισάτωσαν τὰ ποτὶ γᾶν πάντα κοινῶς Εὐαμε- | |
ρὶς καὶ Ὀνασίφορον. μάρτυροι οἵ τε ἱερεῖς τοῦ Ἀπόλλωνος Καλλίστρατος, Ἁβρόμαχος, | |
15 | καὶ ἰδιῶται Εὐκλειδα[ς, Β]αβύλος, Νίκανδρος. |