[ ]
Phokis — Delphi — 182 BC — SGDI 2220
1 | [ἄρχο]ντος Διονυσί[ου] το[ῦ Ἀστοξένου, μηνὸς ․․]- |
[․․․․], βουλευόντων Κλέωνος τοῦ Ν[ικία, Εὐκλέος] | |
[τοῦ] Ἄρχωνος, ἀπέδοτο Κλεοπάτρα Ε[․․c.8․․․ τῷ] | |
[Ἀπόλ]λωνι τῷ Πυθίῳ παιδάριον ᾧι ὄνο[μα Εὐάμε]- | |
5 | [ρος ἐ]φ’ ᾧ{ε}τε {²⁶ᾧτε}²⁶ ἐλεύθερον εἶμεν καὶ μὴ ποθ[․․] |
[․․․ Α]ἰακίδᾳ μηδὲ ἐκ<γ>όνοις. βεβαιωτὴρ κατὰ τοὺς νόμου[ς] | |
τᾶς πόλιος Φιλλέας Λαμένους, καθὼς ἐπίστευσε | |
Εὐάμερος τῷ θεῷ τὰν ὠνάν, ἐφ’ ᾧτε ἐλεύθερο[ς] | |
εἰμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸν πάντα | |
10 | χρόνον καὶ μηδενὶ μηδὲν ποθήκων κατὰ μηδέ- |
να τρόπον. εἰ δέ τις ἐφάπτοιτο Εὐαμέρου ἐπὶ κατ[α]- | |
δουλισμῷ βέβαιον παρεχόντω τῷ θεῷ τὰν ὠνὰν | |
ἅ τε ἀποδομένα καὶ ὁ βεβαιωτήρ. ὁμοίως δὲ καὶ ὁ | |
παρατυχὼν κύριος ἔστω συλέων Εὐάμερον ὡ[ς] | |
15 | ἐλεύθερον ὄντα ἀζάμιος ὢν καὶ ἀνυπόδικ[ος] |
πάσας δίκας [κα]ὶ ζαμίας. μάρτυρες οἵ τε ἱερεῖ[ς τοῦ] | |
Ἀπόλλωνος Φίλων [κα]ὶ Πολέμαρχος καὶ | |
ἰδιῶται Λαμένη[ς — — — — — — — — — — Αἰα]- | |
κίδας, Ἀθανίω[ν — — — — — — — — — — — —] |