[ ]
Phokis — Delphi — 207/6 BC — SIG(3) 556D; SGDI 2845
1 | θεός. τύχα. |
ἔδοξε τᾶι πόλει τῶν Δελφῶν, ἐν ἀγορᾶι τελείωι, σὺμ ψάφωι τᾶι ἐννόμωι. ἐπειδή, ἀποσταλέντων | |
ἀπὸ τᾶς πόλιος τῶν Μεσσανίων ἐπὶ τῶν στρατιωτᾶν ξεναγῶ Ξεναρέτω Τελεσάρχω, πα<ρα>στάτα | |
Ἐπιχάρεος Φιλλία, ἁγεμόνων ὥστε βοαθοῆσαι τῶι τε ἱερῶι καὶ τᾶι πόλει, τό τε ἱερὸν συνδιεφύλα- | |
5 | ξαν καὶ τὰν πόλιν καλῶς καὶ ἀσφαλῶς, καὶ τοὺς στρατιώτας εὐτάκτους παρεσκεύαξαν καὶ ἀνεν- |
κλήτους, καὶ αὐτοὶ ἐνεδάμησαν ἀξίως καὶ τοῦ θεοῦ καὶ τᾶς πόλιος· δεδόσθαι παρὰ τᾶς πόλιος | |
αὐτοῖς καὶ ἐκγόνοις προξενίαν, προμαντείαν, προεδρίαν, προδικίαν, ἀσυλ[ί]αν, ἀτέλειαν [πά]ντ[ων], | |
καὶ τἆλλα ὅσ[α καὶ το]ῖς ἄλλ[οι]ς εὐεργέταις τοῦ τε ἱεροῦ καὶ τᾶς πόλιος δίδοται. ἄρ[χοντος Ἀλεξέα], | |
βουλευόντ[ων Λυσιμάχου, Ἀρχέλ]α, Λυσιδάμου, Εὐθυδίκου, Ἀρχέλα. |