[ ]
Phokis — Delphi — 262/1 BC — SIG(3) 418A; SGDI 2516
1 | ἐπὶ Εὐδόκου ἄρχοντος, πυλαίας ὀπωρινῆς, ἱερομ[νημο]νούντων Αἰτωλῶν Γαύ[σου], |
Τριχᾶ, Πολύφρονος, Πολυχάρμου, Τεισάρχου· Δελ[φῶν] Κρίτωνος, Ἡρακλε[ίδο]υ· Φωκέων | |
Δωροθέου, Πεισίωνος· Βοιωτῶν Θηβαγγέλου, Μοιρίχου, Φαντία· Εὐβοιέων Ἐπηράστ[ου]· | |
Ἀθηναίων Ἀσωποδώρου· Σικυωνίων Εὐθυδάμου· ἐπειδὴ Σωκράτης Τελεσία | |
5 | Κνίδιος καὶ Ἀλεξεινίδης Φιλωνίδου Ἠλεῖος ἐν Αἰτωλίαι οἰκῶν ἐμήνυσαν |
ἱερὰ χρήματα τῶι θεῶι καὶ κρίναντες ἐπὶ τῶν ἱερομνημόνων φανερὰ ἐποίησαν | |
τὰ χρήματα καὶ ἐνέβαλον εἰς τὸ κιβώτιον κατάδικον μυρίων στατήρων Ζήνωνα | |
Σολέα· δεδόχθαι τοῖς ἱερομνήμοσιν, δοῦναι Σωκράτει καὶ Ἀλεξεινίδηι προ[δι]κίαν | |
καὶ ἀσφάλειαν καὶ ἐπιτιμὰν καὶ αὐτοῖς καὶ ἐκγόνοις καθὰ καὶ τοῖς ἄλλοις δίδονται | |
10 | προδικίαι, ἐπειδὴ φαίνονται εὐεργετηκότες τὸν θεὸν ἄξια λόγου. |