[ ]
Phokis — Delphi — undated
1 | [ἄρχοντ]ος Ἁγίωνος τοῦ Δίωνος, μηνὸς [․․․c.10․․․, βου]λευόντων |
[Ἀστοξέ]νου, Κριτολάου, Σωτύλου, ἐπὶ τοῖσ[δε ἀπέδον]το Ἀστόξενος | |
[καὶ Δαμὼ] τῶι Ἀπόλλωνι τῷ Πυθίωι σῶμα ἀν[δρεῖον ὧι] ὄνομα Ἀριστοκρά- | |
[της ἐπὶ π]αραμονᾷ {δω} μνᾶν πέντε [καὶ τὰν τιμὰν ἀπέχ]ει πᾶσαν. βεβαι- | |
5 | [ωτὴρ κατὰ] τοὺς νόμους τᾶς πόλιος Σωτύ[λος Ἡρά]κ̣ωνος, καθὼς |
ἐπίσ[τευσ]ε Ἀριστοκράτης τῷ θεῷ τὰν ὠνὰν [ἐφ’ ᾧ]τε ἐλεύθερον εἶμεν | |
καὶ ἀνέφαπτον ἀπὸ πάντων τὸν πάντα χρόν[ον. π]αραμινάτω δὲ Ἀριστο- | |
κράτης Ἀστοξένῳ καὶ Δαμοῖ, ποιῶν τὸ ἐπιτα[σσ]όμενον πᾶν τὸ δυνα- | |
τόν. εἰ δὲ μὴ παραμένοι ἢ μὴ ποιέοι τὸ ἐπιτασ[σό]μενον, ἐξουσίαν ἐχέ- | |
10 | τωσαν Ἀστόξενος καὶ Δαμὼ ἐπιτιμέοντες τ[ρ]όπωι ᾧ κα θέλωντι. ἐπεὶ |
[δέ] κά τι ἀνθρώπινον γένηται περὶ Ἀστόξενον καὶ Δαμώ, ἐλεύθερος ἔστω | |
[Ἀρισ]τοκράτης. εἰ δέ τις ἐφάπτοιτο Ἀριστοκράτεος ἐπὶ καταδουλισμῷ, | |
[βέβα]ιον παρεχόντω τῷ θεῷ τὰν ὠνὰν οἵ [τε ἀ]ποδόμενοι, καὶ ὁ βεβαιωτὴρ | |
[βεβαι]ούτω· ὡσαύτως δὲ καὶ ὁ παρατυχὼν κ[ύρι]ος ἔστω συλέων Ἀριστοκράτη | |
15 | [ἐπ’ ἐλε]υθερίᾳ, ἀζάμιος ὢν καὶ ἀνυπόδ[ικος π]άσας δίκας καὶ ζαμίας. μάρτυροι |
[οἱ ἱερεῖς] τοῦ Ἀπόλλωνος Νικόσ[τρατος Ἄρχ]ωνος, Καλλίστρατος Αἰακίδα. |