[ ]
Phokis — Delphi — undated
1 | [ἄρχ]οντος Θεοξέν[ου τ]οῦ Φιλαιτώλου, κα[τ]ὰ δὲ ὑοθεσίαν Βαβύλου τοῦ Α[ἰακ]ίδ[α], μηνὸς Εἰλ[αίου], |
[βουλ]ευόντων Αἰακίδα τοῦ Εὐκλείδα, Νείκωνος τοῦ Νεικαίου, ἐπὶ τοῖσδε ἀν[α]τί[θ]ητι [Κλε]- | |
[όμαντις Δίν]ωνος̣ [ὠν]ὰν Εἰσιάδος ἐπ’ ἐλευθερίᾳ τειμᾶς ἀργυρίου μνᾶν δύο. βεβαιωτὴρ [κα]- | |
[τὰ τοὺς νόμ]ους τᾶς πόλιος Αἰακίδας Εὐκλείδα. παραμεινάτω δὲ Εἰσιὰς [Κλε]ομάν[τει πάν]- | |
5 | [τα τὸν τᾶς ζ]ωᾶς [χρ]όνον πᾶν ποιοῦσα τὸ ἐπιτασσόμενον πᾶν ὡς δούλα. εἰ δὲ μὴ παραμ[ένοι] |
[Εἱσιὰς ἢ μὴ π]οιέοι [τὸ] ἐπιτασσόμεν[ον], ἐξουσίαν ἐχέτω Κλεόμαντις ἐπιτειμέων τρόπ[ῳ ᾧ] | |
[κα θέλῃ καὶ ψο]φέων καὶ διδέ[ων] καὶ πωλέων. εἰ δέ τις ἐφάπτοιτο Εἰσιάδος ἐπὶ κατα[δου]- | |
[λισμῷ, βέβαι]ον παρεχέτω [τ]ῷ [θεῷ ὁ] β[εβαιωτήρ· κ]ύριος δὲ ἔστω καὶ ἄλλος συλέων Εἰθιά[δα] | |
[ἐλευθέραν ἀζάμιος] ὢν καὶ ἀν[υπόδικος πάσας δ]ίκας καὶ ζαμίας καθώς κα συλάσῃ. εἰ δέ τι ἀ[ν]- | |
10 | [θρώπι]νον [γένητ]αι περὶ Κλε[όμαντιν, ἐλευ]θέρα ἔστω Εἰσιὰς μηθενὶ μηθὲ[ν] ποθήκουσα[․․] |
Εἰσιὰς #⁷[․․c.7․․]Ο[․․․c.11․․․․ τὰ] | |
ποτὶ γᾶν πάντα ποιε[․․․․c.13․․․․․] | |
μάρτυρες οἵ τε ἱερεῖς [Φίλων Στρατάγου], | |
Πολέμαρχος Δάμωνο[ς καὶ ἰδιῶται] | |
15 | Εὐκλείδας Αἰακίδα, Βα[βύλος, ․․c.7․․] |
Μελισσίων, Λύκος, Δα[․․․c.12?․․․․] |