[ ] Phokis — Delphi — undated
1 ἄρχοντος Ν[ικάνδ]ρου, μηνὸς Ποιτροπίου,
βουλευόντων [Νικί]α, Μέντορος, Ὀρθαίου,
ἀπέδοτο Καλλὶς τῶι Ἀπόλλωνι τῶι
Πυθί[ωι σ]ῶμα ἀνδρεῖον παιδάριον ᾧ
5 ὄνομα Διογένης τιμᾶς ἀργυρίου μνᾶν
τρίων, καὶ τὰν τιμὰν ἀπέχει πᾶσαν. βεβαι-
ωτὴρ κατὰ τοὺς νόμους τᾶς πόλιος Μέν-
τωρ Φιλαιτώλου. παραμεινάτω δὲ Διο-
γένης Καλλεῖ καὶ Ι[․․․] πο̣έων τὸ ἐ<πι>τα-
10 [σ]ομένον πᾶν [τὸ δυνατό]ν. εἰ δὲ μὴ ποέ-
[οι], ἐξουσίαν ἐχέτω[σαν ἐπιτ]ιμέο[υ]-
[σα]ι τρόπῳ [ᾧ] κα θέλωντι πλὰν μὴ πωλέου-
σαι. ἐπεὶ δέ κα τι πάθωντι αἱ προγεγραμέ-
ναι, ἐλεύβερος ἔστω̣ Διογένη<ς> καὶ μηθενὶ
15 μηθὲν ποθείκων. εἰ δέ τις ἐφάπτοιτο Διο-
γένεος ἐπὶ καταδουλισμῷ, βέβαιον παρεχόν-
τω <τῷ> θεῶι τὰν ὠνὰν αἵ τε ἀποδόμεναι καὶ ὁ βε-
βαιωτὴρ Μέντωρ. ὁμοίως δὲ καὶ ὁ παρατυχὼν
κύριος ἔστω συλέων Διογένην ἐπ’ ἐλευθε-
20 [ρί]ᾳ, ἀζάμιος ὢν καὶ ἀνυπόδικος πάσας δίκας
[καὶ ζαμ]ίας. μάρτυροι ὅ τε ἱερεὺς τοῦ Ἀπόλ-
[λωνος Νι]κόστρατος καὶ ἰδιῶται Καλλίας,
[․․․7․․․], Δάμων, Βαβύλος. καὶ εἰ θέλοι Καλ̣-
[λὶς ․․․]ειμεν ἢ ὑποθέμεν Διογένην, ἐ-
25 ουσία]ν ἐχέτω.
Search Help
Contact Us