[ ]
Phokis — Delphi — undated
1 | ἄρχοντος Ἀντιγένεος τοῦ Ἀρχία, [μηνὸς ․․c.7․․], βουλευ̣[όντ]ω[ν] Φιλλέ[α τοῦ Λαμένε]- |
ος, Ἀθανίωνος τοῦ Κλεοξενίδα, ἀπέδοτο [Κρινὼ, συ̣]νε̣[υ]αρεσ[τέοντ]ος καὶ τ[οῦ υἱοῦ Ἀρίσ]- | |
τωνος, τῷ Ἀπόλλωνι τῷ Πυθίῳ σώματα τρία, [γ]υ[ναικ]ε[ῖον] ᾁ ὄνομα Ἀντιγό[ν]α [καὶ κορ]άσι[α δύο αἷς] | |
ὀνόματα Σωτηρὶς καὶ Σωφρόνα, ἐν ἑνὶ τιμᾶς] ἀργυρίου [μνᾶν ἐνν]έα. βεβαιω[τὴρ κ]ατὰ τοὺς νόμ[ους] | |
5 | τᾶς πόλιος Ὀρέστας Διοδώρου, ἐπὶ τοῖσδε ὥστε παρα[μένειν τὰ προ]γεγραμμένα σώματα [Κρ]ινο[ῖ πά]ν- |
τα τὸν τοῦ ζῆν αὐτᾶς χρόνον, ποιοῦντα τὸ ἐπιτασσό[μενον πᾶν ἀνε]γκλήτως. εἰ δέ τις ἀπειθέοι [τῶν] | |
προγεγραμμένων, ἐξουσίαν ἐχέτω Κρινὼ ἐπιτειμέ[ουσα τῶ]ι ἀπειθέοντι τρόπῳ ᾧ [κα] θ[έλῃ. εἰ] | |
δέ κα τι πάθῃ Κρινὼ τῶν κατ’ ἄνθρωπον, ἔστωσαν τὰ προγ[εγρ]αμμένα σώματα ἐλεύθερα, [δόντα ἕ]- | |
καστον αὐτῶν Ἀρίστωνι τῷ υἱῷ Κρινοῦς ἀργυρίου μνᾶς τρ[εῖς, κ]αὶ ἀνέφαπτα ἀπὸ πάντων μηθε- | |
10 | νὶ μηθὲν ποθήκοντα κατὰ μηδένα τρόπον. εἰ δέ τις ἐφά[πτοιτο] τῶν ἀπελευθερισμένων σωμάτων |
ἐπὶ καταδουλισμῷ, βέβαιον παρεχέτω τῷ θεῷ τὰν ὠνὰν #⁷[․․c.8․․․]#⁷[․․]ΑΙΟ[․] ΙΛΙ[․․․9-10․․․] | |
καὶ οἱ ἀναθέντες καὶ ὁ βεβαιωτὴρ βεβαιούτω καὶ ἄλ[λος] ὁ παρατυχὼν κ[ύ]ριος ἔστω σ[υ]λέ[ων καὶ ἀφ]- | |
αιρείμενος ἐν ἐλευθερίαν ἀζάμιος ὢν καὶ ἀνυπόδικος πάσ[ας] δίκας καὶ ζαμίας. μάρτυρες οἵ τε ἱε[ρεῖ]ς | |
τοῦ Ἀπόλλωνος Καλλίστρατος Αἰακίδα, Φίλων Στρατάγου καὶ οἱ [ἄρ]χοντες Φιλλέας καὶ Ἀθανίω<ν>, ἰδιῶ̣τ̣αι Διό- | |
15 | δωρος Δωροθέου, Πολέμαρχος Δάμωνος, Μελισσίων Διονυσίου, Εὐ[κλεί]δας Ἡρακλείδα, Νίκ[ανδ]ρος Καλλιστράτου, |
Ιο[․․5․․], Λυσί[μαχ]ος. |