[ ]
Phokis — Delphi — 272 BC — SIG(3) 417; SGDI 2515
1 | ἐπὶ Ἀρχιάδα ἄρχοντος ἐν Δελφοῖς, πυλαίας ἠρινῆς, ἱερομνημονούντων |
Αἰτωλῶν Γαύσου, Τριχᾶ, Πολύφρονος, Τεισάρχου, Πολυχάρμου· Φωκέων | |
Δωροθέου, Πεισίωνος· Δελφῶν Ἀναξανδρίδα, Νικοδάμου· Βοιωτῶν Θηβαγγέλου, | |
Μοιρίχου· Ἀθηναίων Φαλαίκου· Εὐβοιέων Ἐπηράστου· Σικυωνίων Σωσικλέους· | |
5 | ἔδοξε τοῖς ἱερομνήμοσιν· ἐπειδὴ Σάτυρος Νικομάχου Ἀκαρνὰν ἐκ Τυρβείου |
καὶ Τείσανδρος Μικκίνα Αἰτωλὸς ἐγ Βοττοῦ καὶ Φαινίων Καλ<λ>ικλέους | |
Μεγαρεὺς χρήματα τῶι θεῶι ἐμάνυσαν ἃ ἦσαν ἐκ τοῦ ἱεροῦ ἀπολω<λό>τα | |
ἀπὸ τοῦ ἀναθέματος τοῦ Φωκέων, καὶ ἐξήλεγξαν τοὺς ἱεροσυληκότας, | |
καὶ τά τε ἀπολωλότα ἐκ τοῦ ἱεροῦ ἀνέσωσαν, καὶ τὰ ἄλλα ἃ αὐτοὶ ἐκτημέν[οι] | |
10 | ἦσαν οἱ ἱεροσυλήσαντες ἱερὰ ἐγένοντο τῶι θεῶι, δεδόχθαι τοῖς ἱερομνήμο[σι] |
Σατύρωι καὶ Τεισάνδρωι καὶ Φαινίωνι δοῦναι προδικίαν καὶ ἀσφάλεια[ν] | |
καὶ ἐπιτιμὰν καθὰ καὶ τοῖς ἄλλοις αἱ προδικίαι ἐντί, καὶ αὐτοῖς | |
καὶ ἐκγόνοις, ἐπειδὴ φαίνονται τὸν θεὸν εὐεργετηκότες. |