[ ]
Phokis — Delphi — undated
1 | ἔδο[ξε τᾶι πόλει τῶν] Δελφῶν ἐν ἀ[γορᾶι] τελε[ίωι] |
σὺμ ψ[άφοις ταῖς ἐν]νόμοις· ἐπειδὴ βα[σιλεὺ]ς Εὐμένης | |
φίλος [ὑπάρχων] τοῦ δάμου καὶ εὐεργέτας διὰ προγό- | |
νων κα[ὶ εὐσεβέ]ων ἔν τε τὸ θεῖον καὶ τὰν πόλιν ἀπέ- | |
5 | στειλε γράμματα ποτὶ τὰν πόλιν καὶ ἀργυρίου τάλαν- |
τα τρία ἀλεξανδρεῖα καὶ μνᾶς τριάκοντα ὅπως | |
ὑπάρχῃ τᾶι πόλει ἐν σιτωνίαν διὰ παντός, ἀπελογίξα- | |
το δὲ διὰ τῶν γραμμάτων περί τε τᾶς τοῦ θεάτρου | |
κατασκευᾶς καὶ τῶν ἄλλων ἀναθημάτων ὅτι ἀποστε- | |
10 | λεῖ ἀρχομένας τᾶς θερείας τοὺς οἰκοδομήσοντα̣[ς]· |
ἀγαθᾶι τύχαι· δεδόχθαι τᾶι πόλει ἐπαινέσαι β[ασιλέ]α | |
Εὐμένη ἐπί τε τ[ᾶι π]οτὶ τὸν θεὸν εὐσεβείαι καὶ πο[τὶ τὰν] | |
πόλιν εὐνοίαι κ[αὶ ἀπ]οδέξασθαι τα̣[— — — —] |