[ ]
Phokis — Delphi — ca. 276/5 BC?
1 | Κλεοσθένει Ἀνδρονίκου Αἰτωλῶι ἐξ Ἡρα- |
κλείας Δελφοὶ ἔδωκαν προξενίαν, αὐτῶι | |
καὶ ἐκγόνοις, προμαντείαν, προεδρίαν, προδι- | |
κίαν, ἀσυλίαν, ἀτέλειαν πάντων, εἶμεν δὲ | |
5 | αὐτῶι καὶ γᾶς καὶ οἰκίας ἔμπασιν καὶ τἄλλα ὅσα |
καὶ τοῖς ἄλλοις προξένοις καὶ εὐεργέταις. | |
ἄρχοντος Ἀριστίωνος, βουλευόντων | |
Δάμωνος, Μενάνδρου, Κλεοτίμου. |