[ ]
Phokis — Delphi — undated — SIG(3) 556C; SGDI 2844
1 | θεοί. |
ἔδοξε τᾶι πόλει τῶν Δελφῶν, σὺν ψάφωι τᾶι ἐννόμωι. ἐπειδὴ Μεσσάνιοι | |
στρατιώτας ἀπέστειλαν ὥστε συνδιαφυλάξαι τό τε ἱερὸν καὶ τὰν πόλιν, | |
καὶ ἐπὶ τούτων Ξενάρετον Τελεσάρχω, Ἐπιχάρη Φιλλία, τὸς βοαθοήσαντας | |
5 | τῶι τε ἱερῶι καὶ τᾶι πόλει, καὶ τοῦτοι συνδιεφύλαξαν τό τε ἱερὸν καὶ τὰν πόλιν |
καλῶς καὶ ἀσφαλῶς, καὶ ἐνεδάμησαν εὐτάκτως· δεδόχθαι τᾶι πόλει ἐπαινέσαι | |
τὰν πόλιν τῶν Μεσσανίων εὐσεβείας ἕνεκεν τᾶς ποτὶ τὸν θεὸν καὶ εὐνοίας τᾶς ποτὶ | |
τὰν πόλιν, καὶ εἶμεν Μεσσανίους εὐεργέτας τοῦ ἱεροῦ καὶ τᾶς πόλιος, καὶ δεδόσθαι αὐτοῖς | |
προμαντείαν, προξενίαν, προεδρίαν, προδικίαν, ἀσυλίαν, ἀτέλειαν πάντων, καὶ τἆλλα ὅσα | |
10 | καὶ τοῖς ἄλλοις προξένοις καὶ εὐεργέταις δίδοται. ἄρχοντος Ἁλεξέα, βουλευόντων Λυσιμάχου, |
Ἀρχέλα, Λυσιδάμου, Εὐθυδίκου, Ἀρχέλα. |