[ ]
Phokis — Delphi — undated
1 | [ἄρχο]ν̣τος Ἀντιφίλου τοῦ Γοργίλου, μηνὸς Ἐνδυσποιτροπίου, βουλευόντων Ἀριστοκλέα τοῦ Φιλονείκου, Δάμ[ω]- |
[νο]ς τοῦ Πολεμάρχου, ἐπ[ὶ τ]οῖσδε ἀπέδοτο Εὐρυδίκα Ἀρχιδάμου τῷ Ἀπόλλωνι τῷ Πυθίῳ ἐπ’ ἐλευθερίᾳ σώματα δύο | |
[γυ]ναικῆα οἷς ὀνόματα Ὀνασίφορον καὶ Σωτηρώ, τὸ γένος οἰκογενῆ, τειμᾶς ἀργυρίου μνᾶν ὀκτώ, καὶ τὰν τειμὰν ἀπέχω πᾶ- | |
σαν. βεβαιωτὴρ κατὰ τοὺς νόμους τᾶς πόλιος Στράταγος Φίλωνος. παραμεινάτωσαν δὲ τὰ προγεγραμμένα σώμα- | |
5 | τα Εὐρυδίκᾳ τὸν πάντα χρόνον, ἕως κα ζῇ Εὐρυδίκα καὶ ποιείτωσαν τὸ ἐπιτασσόμενον πᾶν ἀνενκλήτως. εἰ δέ τι ἓν ἢ καὶ ἀμ- |
φότερα τὰ προγεγραμμένα σώματα μὴ πειθαρχέοιεν μηδὲ ποιέοι τὸ ἐπιτασσόμενον ὑπὸ Εὐρυδίκας, ἐξου- | |
σίαν ἐχέτω Εὐρυδίκα ἐπιτειμέουσα τρόπῳ ᾧ κα θέλῃ. ἐπεὶ δέ κά τι πάθῃ Εὐρυδίκα ἀνθρώπινον, ἔστωσαν | |
[τ]ὰ π[ρο]γεγραμμένα σώματα ἐλεύθερα καὶ ἀνέφαπτα ἀπὸ πάντων τὸν πάντα χρόνον, καὶ μηδενὶ μηδὲν ποθήκο[ν]- | |
τα κατὰ [μηδ]ένα τρόπον. εἰ δέ τι θέλοι τῶν προγεγραμμένων σωμάτων τάχιον [ἀπο]λελύσθαι τᾶς παραμο- | |
10 | νᾶς, δότω τᾶς ἀπολύσιος ὅ κα διαπείσῃ παραχρῆμα, καὶ τᾶς παραμονᾶς ἀπολελυμένον ἔστω, ὡς εἰ καὶ |
μετὰ τὸν θάνατον ἀπολύοιτο τᾶς δεδωκούσας τὰν παραμονάν. εἰ δέ τις ἐφάπτοιτο τῶν προγεγραμ- | |
μέ[νω]ν σωμάτων μετὰ τὸ τᾶς παραμονᾶς βέβαιον παρεχόντω τῷ θεῷ τὰν ὠνὰν ἅ τε ἀποδομένα καὶ ὁ | |
βεβ[α]ιωτήρ· ὁμοίως δὲ καὶ ὁ παρατυχὼν κύριος ἔστω συλέων καὶ ἀφαιρείμενος ἐν ἐλευθερίαν τὰ προ- | |
γε[γρα]μμένα σώματα, ἀζάμιος ὢν καὶ ἀνυπόδικος ὁ ἀφαιρείμενος πάσας δίκας καὶ ζαμίας. μάρτυ- | |
15 | ρ[ες ο]ἵ τε ἱερεῖς τοῦ Ἀπόλλωνος τοῦ Πυθίου, Φίλων Στρατάγου, Πολέμαρχος Δάμωνος, καὶ ἰδιῶται Κλέω[ν ․1-2․] |
[․․․․, Π]άσων Πολεμάρχου, Διοκλῆς Φιλιστίωνος, Ἄγων Ποπλίο[υ, Θ]εοκλῆς Καλοκλίδα, Ἀντίγονος Βαβ[ύλου]. |