[ ]
Phokis — Delphi — undated
1 | [ἄρχοντος Ἀν]τιγένεος τοῦ Ἀρχία, μην<ὸ>ς Ἰλαίου, βουλευόντων τᾶς πόλιος Φιλλέα, Ἀ[θανίωνος], ἀπέδοτο Εὐκλείδας καὶ Μηνοδότα τῷ Ἀ[πόλλω]- |
[νι τῶι Πυθί]ωι σώματα γυναικε<ῖ>α δύο καὶ ἀνδρεῖον οἷς ὀνόματα Ἀριστίων καὶ Τρυφέρα καὶ Σωσ[τράτα] | |
[τιμᾶς] ἀργυρίου μνᾶν δέκα, καὶ τὰν τιμὰν ἀπέχοντι πᾶσαν. βεβαιωτὴρ κατὰ τοὺς νόμους [τᾶς] | |
[πόλι]ος Βαβύλος Αἰακίδα, καθὼς ἐπίστευσαν τῷ θεῷ τὰς ὠνὰς Ἀριστίων καὶ Τρυφέρα. vac. | |
5 | [κ]αὶ Σωστράτα, ἐφ’ ᾧτε ἐλευθέρους εἶμεν καὶ ἀνεφάπτους τὸν πάντα χρόνον. εἰ δέ τις ἐφάπτοιτο ἐπὶ καταδουλισ- |
[μ]ῷ Ἀριστίωνος καὶ Τρυφέρας καὶ Σωστράτας, βέβαιον παρεχόντων τῷ θεῷ τὰν ὠνὰν οἵ τε ἀποδόμενοι καὶ ὁ βε[βαι]- | |
ωτήρ· ὁμοίως δὲ καὶ ὁ παρατυχὼν κύριος ἔστω συλέων Ἀριστίωνα, Τρυφέραν καὶ Σωστράταν ὡς ἐλευθέρους, ἀζάμιος ὢν | |
καὶ ἀνυπόδικος πάσας δίκας καὶ ζαμίας. μάρτυροι οἵ τε ἱερεῖς Καλλίστρατος, Φίλων, καὶ ἰδιῶται Εὐκλείδας Αἰακίδα, Βα- | |
βύλος Λαιάδα, Κλεόμαντις Δίνωνος, Σωτηρίδας Ξένωνος. παραμεινάτωσαν δὲ τὰ προγεγραμμένα | |
10 | σώματα Εὐκλείδᾳ καὶ Μηνοδότᾳ τὸν τᾶς ζωᾶς αὐτῶν χρόνον, ποιοῦντα τὸ ἐπιτασσόμενον τὸ δυνα- |
τὸν ἀνεγκλήτως. εἰ δὲ μὴ ποιέοισαν, ἐξουσίαν ἐχέτωσαν Εὐκλείδας καὶ Μηνοδότα ἐπιτειμέοντες αὐτοῖς τρό- | |
πῳ ᾧ κα θέλωντι. μάρτυρες οἱ αὐτοί. |