[ ] Phokis — Delphi — undated
1 ἄρχοντος Πολεμ[ά]ρχου το[ῦ Δάμωνος, μηνὸς Ἀ]μαλίου, βουλευόντων Σελεύ-
κου τοῦ Βαβύλου, Ἀντιφίλου [τοῦ Γοργίλου, ἐ]π̣ὶ τοῖσδε ἀπέδοτο Φ<ι>λωτέ-
ρα Νείκω{κω}νος {²⁶Νείκωνος}²⁶ συνευα[ρεστέοντ]ος καὶ τοῦ υἱοῦ αὐτᾶς Μεν<ε>κρά-
τεος, τῷ Ἀπόλλων<ι> τῷ Πυθ[ίῳ σῶμ]α γυναικῆον οἰκο{κο}γενὲς {²⁶οἰκογενὲς}²⁶ ᾇ ὄνομα
5 Σωτηρίς, τιμᾶς ἀργυρίου μνᾶν δύο, καὶ τὰν τειμὰν ἀπέχω πᾶσαν. βε-
βαιωτὴρ κατὰ τοὺς νόμου[ς] τᾶς πόλιος Εὐκλείδας Ἡρακλείδα, καθὼς
ἐπίστευσε Σ{σ}ωτηρὶς {²⁶Σωτηρὶς}²⁶ τ[ῷ] θεῷ τὰν ὠνὰν, ἐφ’ ᾧτ’ ἐλευθέρα εἶμεν καὶ
ἀνέφαπτος ἀπὸ πάντω[ν] τὸν πάντα χρόνον. παρ<α>μεινάτω δὲ Σωτηρὶς
Φιλωτέρᾳ{ρα}, ποιοῦσα πᾶν [τὸ] ἐπιτασσόμενον πᾶν τὸ δυνατόν. ε<ἰ> δὲ μὴ
10 παραμένοι μηδὲ ποιέοι τὸ [ἐπι]τασσόμενον, ἐξουσίαν ἐχέτω Φιλωτέρα ἐπι-
τειμέουσα τρόπωι [ᾧ κα θέ]λῃ. ἐπεὶ δέ κά τι ἀνθρώπινον γένηται περὶ Φιλωτέ-
ραν, δότω Σωτηρὶς τ̣[ειμ]ᾶς Μενεκράτει ἀργυρίου μνᾶ<ν>, καὶ ἔστω ἐλευθέρα.
εἰ δέ τις ἐφάπτοιτο [Σωτηρίος] ἐπὶ καταδουλισμῷ, βέβαιον παρεχόντω τῷ θεῶι
τὰν ὠνὰν ἅ τε [ἀποδομένα καὶ ὁ] βεβαιωτὴρ βεβαιούτω· ὡσαύτως δὲ κύριος ἔστω καὶ
15 ὁ παρατυχ[ὼν συλέων Σωτηρὶ]ν ἐπ’ ἐλ{ελ}ευθερίᾳ {²⁶ἐλευθερίᾳ}²⁶, ἀζάμιος ὢν καὶ ἀνυπόδικος πάσας
δίκας{κας} καὶ [ζαμίας. μάρτυρ]ες οἵ τε ἱερεῖς τοῦ Ἀπόλλωνος τοῦ Πυθίο<υ> Διόδωρος
Δωροθέου, Ἁ[βρόμαχος Ξεναγ]όρα· πολῖται Μεγάρτας Εὐανγέλου, Εὐκράτης
Λαμένεο[ς].
Search Help
Contact Us