[ ]
Euboia — Chalkis — after 212 AD
| 1 | ἀγαθῆι τύχηι· |
| (I) ἐπὶ ἡγεμόνος Κλ(αυδίου) Ἀμιάντου, ἀμφιπολεύοντος Λαμύρου | |
| τοῦ υἱοῦ τοῦ νεωκόρου, ὁ διὰ βίου νεωκόρος τῆς ἀρχηγέτι- | |
| δος Χαλκίδος Αὐρ(ήλιος) Ἑρμόδωρος κατὰ τὰ γενόμενα ψηφί- | |
| 5 | σματα ἐν τοῖς συνεδρίοις εἰσηγησαμένων τοῦ δεκαπρώτου |
| Κλ(αυδίου) Ἀμύντου καὶ Οὐλπίου Παμφίλου διά τε τὰ τειχοδομή- | |
| ματα ἃ ἐποίησεν περὶ τὸ ἱερὸν καὶ τὸν περίβολον ὃν πε- | |
| ριέθηκε τῷ τεμένει καὶ στοάν, ἣν μὲν ἐκ καινῆς κατεσκεύ- | |
| ασεν, ἣν δὲ ἐπεσκεύασεν συντετρειμμένην, καὶ τρίκλει- | |
| 10 | νον δειπνιστήριον ποιήσας καὶ θυρώσας εἰς κό- |
| σμον τὸν πρέποντα τῇ θεῷ μετὰ φυτῶν καὶ ἄλσους | |
| ἀνέθηκεν ἐπὶ τῷ ἀΐδιον ἔχειν αὐτόν τε καὶ τὰ τέκνα | |
| αὐτοῦ τὴν νεωκορείαν v (II) τὰ ψηφίσματα ἐγένον- | |
| το γραμματεύοντος Ἰουλίου Μαμερτείνου, στρα- | |
| 15 | τηγοῦντος τοῦ δεκαπρώτου Λ(ευκίου) Νοουίου Λυσανίου |
| ἐβ(όησαν) οἱ σύνεδροι. "Παμφίλῳ καλὴ ἡ ἰσή<γη>σις οὕτω γεινέσθω" | |
| ἐπηρώτησεν ὁ γραμματεὺς Μαμερτεῖνος "ὅτῳ δο- | |
| κεῖ κατὰ τὴν πάντων ὑμῶν βούλησιν καὶ τὴν εἰσήγη- | |
| σιν τοῦ ἀδελφοῦ Παμφίλου καὶ εἰς τοὺς παῖδας αὐτοῦ | |
| 20 | ταύτην τὴν τειμὴν μετελθεῖν, ἀράτω τὴν χεῖρα"· |
| ἐβ(όησαν) οἱ σύνεδροι "δοκεῖ"· ἔδοξεν ❦ δήμου· (III) ὁ στρατη- | |
| γὸς τὸ βʹ Νοούιος Λυσανίας εἶπεν "καλῶς ποιεῖ- | |
| τε ἀμειβόμενοι τοὺς ἀγαθοὺς ἄνδρας καὶ μὴ εἰς | |
| αὐτοὺς μόνους τὰς τειμὰς ἀλλὰ καὶ εἰς τοὺς παῖ- | |
| 25 | δας μετατιθέντες· μόνως γὰρ οὕτως καὶ τοὺς ἄλλους |
| ἐπὶ πολλοῖς προτρέψομεν· ἔφθακεν οὖν ταὐτὰ ἐψη- | |
| φίσθαι καὶ <τ>ῇ βουλῇ· εἰ καὶ ὑμεῖν δοκεῖ, ἀράτω τὴν χεῖ- | |
| ρα"· ἐβ(όησε) ὁ δ(ῆμος) "δοκεῖ"· ἔδοξεν· ἐβ(όησε) ὁ δ(ῆμος) "πολλοῖς ἔτεσι | |
| ❦ τοὺς νεωκόρους". ❦ |