| 1 | Πούβλ(ιος) Ἀμπέλιος ὁ λαμ(πρότατος) ἀνθ(ύπατος) |
| λέγει· | |
| τίνες καὶ ποίων ἔργων ἐπιμεληταὶ κατέστησαν | |
| καὶ ὅσα εἴδη καθ’ ἕτος ἕκαστον ἐκ τῆς τρίτης ἐ- | |
| 5 | πιν(εμήσεως) ἐκ τῶν πολειτικῶν προσόδων εἰς λόγον |
| τῆς ἐπισκευῆς τῶν αὐτοῖς ἐγχειρισθέν- | |
| των ἔργων κομίζεσθαι ὡρίσθησαν, ἔγνωτε | |
| μὲν καὶ ἐκ τῆς ὑπὸ παρουσίᾳ τῇ πάντων γενο- | |
| μένης διατυπώσεως καὶ τῶν ἐπὶ τούτοις πρα- | |
| 10 | χθέντων ὑπομνημάτων· πλὴν ἐπεὶ καὶ δι- |
| ατάγματι τῆς ἐμῆς καθοσιώσεως τοῖς πᾶσιν | |
| ὑμῖν τοῦτο φανερὸν καταστῆσαι ὑπῆρχεν | |
| ἀκόλουθον, ὑπὲρ τοῦ μηδεμίαν ὑμᾶς | |
| τῶν ὁρισθέντων ἄγνοιαν προβάλλεσθαι, | |
| 15 | βρέβιον τῶν εἰρημένων ἁπάντων ἀκρει- |
| βῆ διδασκαλίαν ἐπέχον τῷ παρόντι δι- | |
| ατάγματι ὑποταγῆναι πεποίηκα. | |
| ὅσων ἔργων ἐπιμεληταὶ κατέστησαν καὶ ὅσον | |
| ἕκαστος διετυπώθη λαμβάνειν ἀπὸ τῶν πο- | |
| 20 | λιτικῶν προσόδων καθ’ ἕκαστον ἐνιαυτὸν ὑποτέ- |
| τακται. | |
| εἰς τὴν ἐξέδραν τὴν καινὴν τὴν παρακειμένην τῇ | |
| πομπικῇ στοᾷ Μάρκελλος πρῶτ(ος) καὶ | |
| Θεόδωρος βουλ(ευτὴς) λαμβάν(ειν) | |
| 25 | ξύλ(α) τετρ(άγωνα) γʹ, ξύλ(α) μονόζ(υγα) ηʹ, κεραμ(ίδια) |
| νν ε. | |
| [εἰς] τὴν στοὰν τὴν πομπικ(ὴν) ἅμα τῷ ἐξεδρίῳ | |
| Ἀριστότειμον πρῶτ(ον) καὶ Κατύλλου κλ(ηρονόμους) | |
| ξύλ(α) μον̣(όζυγα) ζʹ, ξύλ(α) δίζ(υγα) ηʹ, ξύλ(α) ποδ(ιαῖα) [—] | |
| 30 | ξύλ(α) καιν(ὰ) ζʹ [— — — — — — — — — — — — — — — — — — — — —] |
IG XII,9
907