[ ]
Euboia — Chalkis — Roman period — cf. IG XII, Suppl. 192,905
| [Ἀλαβανδέων]· | |
| [ἔδοξεν Ἀλαβανδέων τῆι βουλῆι καὶ τῶι δήμωι — — — — — — — ὑπ]- | |
| 1 | [άρχ]ον[τα συνγενικὰ δίκαια — — — — καὶ τὴν ἐν τῆι πόλει ἡμῶν ἐπιδημίαν κό]- |
| σμιον κ̣[αὶ] σώφρ̣ο{ι}να {²⁶σώφρονα}²⁶ π̣ο[ιησάμενοι? — — — — — ὥστε τὸν δῆμον ἡμῶν ἀποδεξάμε]- | |
| νον αὐτοὺς περὶ πάντων [τῶν κατὰ τὰς δίκας ἐπιμέλειαν πεποιημένους μετὰ πάσης περὶ τῶν] | |
| νόμων προνοίας ψηφίσασθαι [τὰς καθηκούσας τειμάς· δεδόχθαι τῆι βουλῆι καὶ τῶι δήμωι] | |
| 5 | τετειμῆσθαι τοὺς προγεγραμμένους ἄν̣[δρας ταῖς προσηκούσαις τειμαῖς καὶ ἐστεφανῶσθαι χρυ]- |
| σοῖς στεφάνοις· ὑπάρχειν δὲ αὐτοῖς τε καὶ [τέκνοις καὶ ἐκγόνοις αὐτῶν καὶ πολιτείαν ἐπ’ ἴσηι] | |
| καὶ ὁμοίᾳ πᾶσιν Ἀλαβανδεῦσιν· ἐξεῖναι δὲ αὐτοῖς [ἀναθεῖναι καὶ ἀνδριάντας ἐν εὐκαίρῳ καὶ] | |
| ἐπισήμῳ τῆς πόλεως τόπῳ καὶ ἐπιγράψαι αὐτοὺς [τὰς προγεγραμμένας τειμάς, προπεμφθῆναι] | |
| τε αὐτοὺς ὑπὸ τῆς βουλῆς καὶ τοῦ δήμου, ὅπ[ως δὲ καὶ ἡ πατρὶς αὐτῶν ἐπιγνῷ τὰ ἐψηφισμένα] | |
| 10 | ὑπὸ τῆς βουλῆς καὶ τοῦ δήμου τοῖς ἀνδράσι τεί[μια, ἀποσταλῆναι εἰς Χαλκίδα ἀντίγραφον τοῦδε τοῦ ψηφίσ]- |
| ματος σημανθὲν τῇ δημοσίᾳ σφραγῖδι· ἐπληρ[ώθησαν δραχμαί {²⁷δηνάρια?}²⁷]. |