[ ] Amorgos — Minoa — end 3rd/beg. 2nd c. BC
1 [γ]νώμη πρυτάνεων· ἐπειδὴ ἐ[πι]-
γέγονεν εἰς τὸν λιμένα κωμ[ωι]-
δὸς Νικοφῶν Αἰνίου Μιλήσιος καὶ
ἐπαγγέλλεται ἀγωνιεῖσθαι
5 τῶι θεῶι ἡμέρας τρεῖς δράμα-
τα τρία, δεδόχθαι τῆι βουλῆι καὶ
τῶι δήμωι, στεφανῶσαι Νικοφῶν-
τα Αἰνίου Μιλήσιον χρυσῶι στε-
φάνωι ἀπὸ δραχμῶν ἑκατόν·
10 [εἶ]ναι δὲ αὐτὸν καὶ πρόξενον
[κα]ὶ εὐεργέτην τοῦ δήμου τοῦ
[Σ]αμίων τοῦ κατοικοῦντος ἐν
[Μ]ινώηι καθὰ καὶ οἱ λοιποὶ εὐερ-
γέται· ἀναγράψαι δὲ τόδε τὸ
15 ψήφισμα εἰς τὸ ἱερὸν τοῦ Ἀπό[λ]-
λωνος τοῦ Δηλίου· τῆς δὲ ἀνα-
γραφῆς ἐπιμεληθῆναι τοὺς νε-
ωποίας τοὺς περὶ Αἰ[ν]ησίλεω[ν].
Search Help
Contact Us