[ ]
Amorgos — Minoa — 3rd c. BC
| — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — | |
| 1 | [․․․ ὁ δ]ῆμος, προξέ[νους δὲ εἶναι αὐτοὺς καὶ εὐεργέ]- |
| [τας] τοῦ δήμου καὶ αὐτο[ὺ]ς [καὶ ἐκγόνους], | |
| [κ]αὶ εἶναι αὐτοῖς εἴσπλουν κα[ὶ <ἔκπλουν καὶ> ἐν πολέμωι κ]α[ὶ] ἐν ε[ἰρήνηι] | |
| ἀσυλεὶ καὶ ἀσπονδεί, καὶ πρό[σοδον πρὸς τ]ὴν βουλὴν | |
| 5 | καὶ τὸν δῆμον, ἐάν του δέωνται, πρώτοις μετὰ τὰ ἱ- |
| ερά· στεφανῶσαι δὲ αὐτοὺς χρυσῶι στεφάνωι | |
| ἀπὸ δραχμῶν ἑκατόν· δοῦναι δὲ καὶ εἰς θυσίαν καὶ ξέ- | |
| νια αὐτοῖς δραχμὰς πεντήκοντα· ἀνακηρῦξαι δὲ | |
| τὸν στέφανον καὶ τὰς τιμὰς τὰς ἐψηφισμένας | |
| 10 | τοῖς δικασταῖς τοὺς στρατηγοὺς τοὺς περὶ Πάγκριτον |
| τοῖς τε Διονυσίοις καὶ τοῖς Ἡραίοις· ἀναγράψαι δὲ τόδε τὸ | |
| ψήφισμα εἰς τὸ ἱερὸν τοῦ Ἀπόλλωνος, ἐπιμεληθῆναι δὲ τῆς ἀναγρα- | |
| φῆς τοὺς πρυτάνεις τοὺς περὶ Αἰ[νησίλ]ε[ω]ν· ε[ἰς δὲ τὸ δα]πάνημα | |
| [τοῦτο ὑπηρετ]ῆσαι τοὺς νεωποί[ας τοὺς περὶ — — — — — — —] | |
| 15 | — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — |