[ ]
Amorgos — Minoa — end 3rd/beg. 2nd c. BC
1 | [γ]νώμη πρυτάνεων· ἐπειδὴ ἐ[πι]- |
γέγονεν εἰς τὸν λιμένα κωμ[ωι]- | |
δὸς Νικοφῶν Αἰνίου Μιλήσιος καὶ | |
ἐπαγγέλλεται ἀγωνιεῖσθαι | |
5 | τῶι θεῶι ἡμέρας τρεῖς δράμα- |
τα τρία, δεδόχθαι τῆι βουλῆι καὶ | |
τῶι δήμωι, στεφανῶσαι Νικοφῶν- | |
τα Αἰνίου Μιλήσιον χρυσῶι στε- | |
φάνωι ἀπὸ δραχμῶν ἑκατόν· | |
10 | [εἶ]ναι δὲ αὐτὸν καὶ πρόξενον |
[κα]ὶ εὐεργέτην τοῦ δήμου τοῦ | |
[Σ]αμίων τοῦ κατοικοῦντος ἐν | |
[Μ]ινώηι καθὰ καὶ οἱ λοιποὶ εὐερ- | |
γέται· ἀναγράψαι δὲ τόδε τὸ | |
15 | ψήφισμα εἰς τὸ ἱερὸν τοῦ Ἀπό[λ]- |
λωνος τοῦ Δηλίου· τῆς δὲ ἀνα- | |
γραφῆς ἐπιμεληθῆναι τοὺς νε- | |
ωποίας τοὺς περὶ Αἰ[ν]ησίλεω[ν]. |