[ ]
Amorgos — Minoa — end 3rd/2nd c. BC
| 1 | Κρ[ίτω]ν Νικοθέμιος εἶπεν· ὑπὲρ [ὧ]ν Νι- |
| κόθε[μι]ς [Κ]ρίτωνος προεγράψατο, ὅπως | |
| πρόξενος γένηται Ἀκεστίας Νο[υ]- | |
| μηνίου Καρπασεώτης, περὶ οὖν τού- | |
| 5 | των δεδόχθαι τῆι βουλῆι καὶ τῶι δήμωι, |
| εἶναι πρόξενον Ἀκεστίαν Νουμηνίου Κ[αρ]- | |
| πασεώτην τοῦ δήμου τοῦ Μινοητῶν, κα[ὶ] | |
| εἶναι αὐτῶι πρόσοδον πρὸς τὴν βουλὴν | |
| καὶ τὸν δῆμον, ἐάν του χρείαν ἔχηι· ἀνα- | |
| 10 | γράψαι δὲ αὐτοῦ τὴν προξενίαν εἰς τὸ ἱε- |
| ρὸν τοῦ Σαράπιος, τῆς δὲ ἀναγραφῆς | |
| ἐπιμεληθῆναι Νικόθεμιν· στεφανούτω- | |
| σαν δὲ αὐτὸν θαλλοῦ στεφάνωι καὶ οἱ πρυ- | |
| τάνεις καὶ ὁ ταμίας, καὶ ἀνακηρυσσέτωσα[ν] | |
| 15 | αὐτοῦ τὸν στέφανον ἐν τῶι ἱερῶι τοῦ Σαρά- |
| πιος ὅταν συντελῆται τὰ Σαραπιεῖα κα- | |
| θ’ ἕκαστον ἐνιαυτόν· |