| 1 | ἡ πόλις Θεσσαλονικέων Δηλίων τῆι βουλῆι καὶ |
| τῶι δήμωι χαίρειν· παραγενομένου Βούλωνος | |
| τοῦ παρ’ ὑμῶν ἀποσταλέντος πρεσβευτοῦ καὶ τά | |
| τε ψηφίσματα ἀποδόντος δι’ ὧν ἐτετιμήκειτε | |
| 5 | Ἄδμητον Βόκρου καὶ παρελθόντος εἰς τὴν ἐκκλησί- |
| αν καὶ διαλεγέντος ἀκολούθως τοῖς ἐψηφισμένοις | |
| ταῦτά τε προθ̣ύμω̣ς προσεδεξάμεθα καὶ τοῦ ψηφίσμα- | |
| [τ]ος καθ’ ὃ συνεκεχωρήκειμεν τὰ πα̣ρ̣’ ὑμῶν ἀξιώ[μα]- | |
| [τ]α, πεπόμφαμεν ὑμῖν τὸ ἀντίγραφον ὅπως εἰδῆτε· | |
| 10 | Σωσίπατρος ὁ ὑπεπιστάτης καὶ οἱ ἁ[ρμ]ο̣σταὶ Μένα̣ν̣- |
| δρος, Νικόδημος, Φιλόδημος, Ἱππίας, [Π]ά̣υ̣σων εἶπαν· ἐ- | |
| πειδὴ Βούλων ὁ παρὰ τοῦ δήμου τοῦ Δηλίων ἀποστα- | |
| λεὶς πρεσβευτὴς πρὸς τὴν πόλιν τά τε ψηφίσματα | |
| ἀπέδωκεν καθ’ ἃ βουληθεὶς ὁ δῆμος ἀποδοῦναι χά- | |
| 15 | ριν Ἀδμήτωι τῶι Βόκρου τῶν εἰς αὑτὸν εὐεργεσιῶν |
| ἕνεκεν ἐσστεφάνωκεν αὐτὸν δάφνης στεφάνωι | |
| τῶι τοῦ θεοῦ καὶ δυσὶ χαλκαῖς εἰκόσιν ὧν τὴν μὲν | |
| μίαν ἐψηφίσατο στήσειν παρ’ αὐτοῖς ἐν τῶι τεμένε[ι] | |
| παρὰ τὸν βωμὸν τοῦ Διὸς τοῦ Πολιέως, τὴν δὲ ἑτέραν ἐν | |
| 20 | Θεσσαλονίκει καὶ τήν τε ἀναγραφὴν τοῦ στεφάνου |
| καὶ τὴν ἀνάθεσιν τῆς εἰκόνος ὅπως συντελεσθῶσιν κα- | |
| θάπερ ἐγεγράφει διὰ τοῦ ψηφίσματος, ἠξίου τὴν ἡμετέ- | |
| ραν πόλιν οἰκείως ἔχουσαν πρὸς αὐτὸν δοῦναι τόπον ὡς | |
| βέλτιστον καὶ τοῖς δεδογμένοις ἀκολούθως διαλεγέν- | |
| 25 | τος καὶ τοῦ Βούλωνος· δεδόχθαι τῆι β̣ουλεῖ· τόν τε δ̣ῆ̣μον |
| ἐπαινέσαι τὸν Δηλίων ὅτι καὶ Θεσσαλονικεῦσιν τοῖς Ἀ- | |
| δμήτου πολίταις εὐχαρίστησεν [στεφανώσας] αὐτὸν | |
| τῶν εἰρημένων εὐεργεσιῶν ἕνε[κεν] ἄξιον ὄντα τῶν | |
| ἐψηφισμένων τιμῶν καὶ δοῦναι τὸν ἐπὶ τοὺς ἀγῶ̣ν̣[α]ς τῆι | |
| 30 | μὲν ἀναγραφῆι τοῦ στεφάνου καὶ παρα․․․․․ΤΩΝΙΣ? |
| τηρων, τῆι δ’ ἀναθέσει τῆς εἰκόνος ὃν ἂν [τόπον] δό[ξηι] τοῖς | |
| βουλευταῖς. |
IG XI,4
1053