[ ]
Delos — mid-3rd c. BC
| 1 | — — — — — — — — —οις δε— — — — — |
| [— — — — — — ποιούμε]νος? κατὰ [τὴν βα]- | |
| [σιλέως Ἀντιγόνου προ]αίρεσιν ἐφρόν[τι]- | |
| [σεν ἵνα οἵ τε δαψιλεῖ]ς καὶ οἱ μὴ πολυωρο[ύμε]- | |
| 5 | [νοι ὁμοίως? τῶν πολι]τ̣ῶν ἐπιμελείας τυγ- |
| [χάνωσι καθότι ἦ]ν ὅσιόν τε καὶ δίκαιον, καὶ | |
| [τὰς προσόδ]ους δὲ ἢ μὴ κομιζομένας | |
| [ἢ ὑστερούσ]ας ἵνα ἀπολάβωσι καθάπερ οἱ | |
| [νόμοι π]ροστάττουσι καὶ ἄλλα δὲ οὐκ ὀλί- | |
| 10 | [γα πο]λ̣ιτικῶς καὶ συμφερόντως ἐπινοή- |
| [σας] διώικησεν· διόπερ ὁ δῆμος ἔν τε τοῖς | |
| [ἄλλ]οις εὐεργετημένος ὑπὸ τοῦ βασιλέ- | |
| [ως] Ἀντιγόνου μνημονεύει τε καὶ μνημο- | |
| [ν]εύσει καὶ διὰ ταῦτα δ’ οὐχ ἥκιστα ἐπαινεῖ | |
| 15 | [κ]αὶ πειράσεται χάριτας ἀξίας ἀποδιδόναι κα- |
| [τ]ὰ δύναμιν τὴν ἑαυτοῦ· ἀναγράψαι δὲ τόδε τὸ ψή- | |
| [φισ]μα καὶ ἀναθεῖναι εἰς τὸ ἱερὸν τοῦ Ἀ- | |
| [π]όλλωνος ἐν Δήλωι καὶ στεφανῶσαι Εὐμή- | |
| [δ]ην τοῖς Ἀπολλωνίοις ἐν τῶι θεάτρωι χρ[υ]σῶι | |
| 20 | στεφάνωι ἀπὸ δραχμῶν πεντακοσίων κα- |
| τὰ τὸ κήρυγμα τόδε· | |
| ὁ δῆμος ὁ Συρίων στεφανοῖ Εὐμήδην Φιλοδή- | |
| μου Κλαζομένιον χρυσῶι στεφάνωι ἀπὸ δρα- | |
| χμῶν πεντακοσίων ὅτι ἀποσταλεὶς ὑπὸ τοῦ | |
| 25 | βασιλέως ἐπικριτὴς τῶν συμβολαίων τὴν |
| ἐξαγωγὴν ἐποιήσατο καλῶς καὶ δικαίως | |
| καὶ συμφερόντως τῶι δήμωι καὶ κατὰ τὴν | |
| τοῦ βασιλέως Ἀντιγόνου προαίρεσιν εἰς | |
| ὁμόνοιάν τε ἀποκατέστησε τὴν πόλιν | |
| 30 | τοὺς μὲν πλείστους διαλύσας τῶν διαφε- |
| ρομένων, τοῖς δὲ λοιποῖς τὰς ἐπικρίσεις | |
| ποιησάμενος. | |
| Εὐμήδους Κλαζομενίου. |