| frg. a.1 | θε̣[οί]. |
| [γνώμη] προστατῶν — — — — — — — — | |
| [— — — ἐ]πειδὴ Σῆμος Κοσμ[ιάδου Δήλιος] — | |
| — — — — τοῦ λαφύρου τοῦ γενο[μένου] — | |
| 5 | [— — κατ]αδρομῆς πολιτίδας Ε— |
| [— — Με]λανθίου καὶ Μηνιάδα Αἴθω[νος] — | |
| — — — — Εὐδώρου τοῦ Μελανθίου υἱο[ῦ] — | |
| [— — γ]υναῖκες Θεαγγελίδες εἰσὶ[ν] — | |
| [— ταύ]τας τε διετήρησεν μετὰ π̣[άσης] — | |
| 10 | ․․․․․ ἐπιμελόμενος ὡς ἐλευθέρω[ν] — |
| [— — μ]ε̣τὰ τῶν αὑτοῦ τέκνων καὶ Λ̣ΙΕΙ— | |
| —ΣΗΜΟ̣Ν̣ καὶ ἐπε̣βάλλετο εἰς ὅ τι ΣΩ— | |
| —#⁷ΙΟΠΚΛ— —ΕΥΣΑΣ πρὸς ἡ[μᾶς?] — | |
| frg. b.1 | —Α̣ΙΩΣΛΙ— |
| —Σ̣Α̣Ν̣Τ— | |
| [— — — — — ἐ]πρίατο Δ̣Ε․Ε̣ΝΙ̣Ο— | |
| ․․․․#⁷ΕΙ̣· ὅπως οὖν καὶ ὁ δῆμος [φαίνηται] | |
| 5 | [χάρ]ιτας ἀποδιδοὺς τοῖς εὐεργε[τοῦσι καὶ] |
| [ποι]ουμένοις ἀγαθόν· ἐπαινέσαι Σῆμον ἀ̣[ρε]- | |
| [τῆ]ς ἕνεκεν καὶ εὐνοίας τῆς εἰς τὸν δῆμον | |
| τὸν Θεαγγελέων· εἶναι δὲ αὐτὸν πρόξενον | |
| τῆς πόλεως· δεδόσθαι δὲ αὐτῶι πολιτείαν | |
| 10 | μετέχοντι πάντων ὧν καὶ οἱ λοιποὶ Θεαγγελεῖς |
| μετέχουσιν· ἐπικληρῶσαι δὲ αὐτὸν καὶ ἐπὶ̣ φ̣υ̣λήν· | |
| ταὐτὰ δὲ ὑπάρχειν αὐτῶι καὶ ἐκγόνοις· ἀναγράψαι | |
| δὲ αὐτὸν καὶ τὸ ὄνομα ἐν τῆι στήληι ἐν ἧι καὶ οἱ λοι- | |
| ποὶ πολῖται καὶ εὐεργέται ἀναγράφονται· ἑλέσθαι | |
| 15 | δὲ καὶ ἄνδρας οἵτινες τό τε ψήφισμα ἀποδώσου- |
| σιν Δηλίοις καὶ ἀξιώσουσι αὐτοὺς δοῦναι τόπον | |
| ἐν τῶι ἱερῶι ἐν ὧι ἀναθήσομεν στήλην λιθίνην | |
| ἀναγράψαντες ἐν αὐτῆι τὸ ψήφισμα τόδε ὅπως | |
| ὑπόμνημα ὑπάρχει τῆς τε Σήμου φιλανθρωπί- | |
| 20 | ας καὶ τῆς τοῦ δήμου πρὸς τοὺς εὐεργέτας εὐ- |
| χαριστίας· ψῆφοι ἐγένοντο αἱ δίδουσαι ἑξακόσιαι | |
| εἴκοσιν· ἐπεκληρώθη καὶ ἔλαχεν Κ̣Ο̣∶∶ΟΛ̣ΗΝ̣Ι̣․․· | |
| πρεσβευταί· Παυσανίας Θεοδότου, Θράσων Ν— — — |
IG XI,4
1054