Funerary epigram for Inachos and his wife Klio.  Base of gray marble.
[ ] Kos Isl. — Kos — Diapeli/Giappili — 2nd/1st c. BC — Paton-Hicks (1891) 218 — W. Peek, GVI I (1955) 1729 — M. Segre, Iscr. di Cos (2007) EF 518
1 π̣ρὶν μὲν Ὁμήρειο[ι γρα]φ̣ίδες φιλ[οδέσποτ]ον̣ ἦθ̣ο̣ς
Εὐμαίου χρυσέαις ἔκλαγον ἐν σ̣ε̣λίσιν·
σεῦ δὲ καὶ εἰν Ἀΐδαο σαόφρονα μῆτιν ἀείσει,
Ἴναχ’ ἀείμνηστον γράμμ̣α λαλεῦσα πέτρη,
5 καί σε πρὸς εὐσεβέων δόμον ἄξεται, ἐσθλὰ Φιλίσκος
δῶρα καὶ ἐν ζῳοῖς κἀμ φθιμένοισι τίνων,
σήν τ’ ἄλοχον Κλειοῦν, ταὐτόν σοι παῖδα τίουσαν,
πηγῆς ἧς μαστῶν εἵλκυσε νηπίαχος.
ὦ δυσάλ<υ>κτ’ Ἀΐδη {ι}, τί τὸ τηλίκον ἔσχες ὄνειαρ,
10 κλεινὸν Κλευμαχίδος κοῦρον ἀειράμενος;
Search Help
Contact Us