[ ]
Kos Isl. — Kos — 2nd/1st c. BC — GVI 1729 (text)
1 | [π]ρὶν μὲν Ὁμήρειο[ι γρα]φ̣ίδες φιλ[οδέσπο]τ̣ον ἦθος |
Εὐμαίου χρυσέαις ἔκλαγον ἐν σελίσιν· | |
σεῦ δὲ καὶ εἰν Ἀίδαο σαόφρονα μῆτιν ἀείσει, | |
Ἴναχ’, ἀείμνηστον γράμμα λαλεῦσα πέτρη, | |
5 | καί σε πρὸς εὐσεβέων δόμον ἄξεται ἐσθλὰ Φιλίσκος |
δῶρα καὶ ἐν ζωοῖς κἀμ φθιμένοισι τίνων, | |
σήν τ’ ἄλοχον Κλειοῦν ταὐτόν σοι παῖδα τίουσαν, | |
πηγῆς ἧς μαστῶν εἴλκυσε νηπίαχος. | |
ὦ δυσάλ<υ>κτ’ Ἀίδη, τί τὸ τηλίκον ἔσχες ὄνειαρ, | |
10 | κλεινὸν Κλευμαχίδος κοῦρον ἀειράμενος; |