Funerary epigram. Block of white marble.
[ ]
Kos Isl. — Kos — 2nd/1st c. BC — Paton-Hicks 218 — Peek, GVI 1729
See also:
1 | π̣ρὶν μ̣ὲν Ὁμήρειο[ι γλυφί]δες φιλ[οδέσποτ]ο̣ν̣ ἦ̣θ̣[ο]ς |
Εὐμαίου χρ̣υσέαις̣ ἔ̣κλαγον ἐν σ̣ε̣λίσ̣ι̣ν̣· | |
σεῦ δὲ καὶ εἰν Ἀΐδαο σαόφρονα μῆτιν ἀείσει | |
Ἴν̣αχ̣’ ἀείμνηστον γ̣ρ̣άμ̣μ̣α λαλεῦσ̣α̣ πέ̣τρ̣η· | |
5 | καί σε πρὸς εὐσεβέ̣ων δ̣όμ̣ον ἄξ̣ε̣ται ἐσθλὰ Φ̣ιλίσκος̣ |
δῶρα καὶ ἐν ζῳοῖς κἂμ φθιμένοισι τίνων· | |
σήν τ̣’ ἄλοχ̣ον κλείουντ’ αὐτόν σοι παῖδα τίο̣υσαν | |
π̣ηγῆς ἧς μασ̣τ̣ῶν ε̣ἴ̣λ̣κυ̣σ̣ε νηπίαχο̣ς̣. | |
[ὦ] δυσάλικτ’ Ἀΐδα, τὶ τὸ τηλίκον ἔσχ̣ες ὄνειαρ̣, | |
10 | κλεινὸν Κλευμαχίδο̣ς̣ κοῦρον ἀειρ̣ά̣μενο̣ς̣; |