Senatus Consultum concerning boundary dispute between Magnesia Mai. and Priene, authorizing praetor Marcus Aurelius to choose city to arbitrate; 190/140 BC; found at Magnesia Mai.: IMagnesia 93.b, ll. 14-30; Syll2 928; IPriene 531II ll. 14-30; Syll3 679.II, ll. 51-63; FIRA III 162, ll. 51-63; *Sherk 7, ll. 51-63.  
[ ] Sherk 7:51-63
51 ἔδοξεν· ὃς κρινεῖ Μάγνησιν καὶ Πριηνεῦσιν περὶ ταύ[της τῆς]
χώρας τῆς παρὰ Πριηνέων ἀποκεκριμένης οὔσης, ἐξ ἧς χώρας Μάγνητ[ες ἑαυ]-
τοὺς ἔφασαν ἐκκεχωρηκέναι, ὁπότερον ἂν τούτων δήμων εὑρίσκηται ταύτην
χώραν εἰσχηκέναι, ὅτε εἰς τὴν φιλίαν τοῦ δήμου τοῦ Ῥωμαίων παραγένετο, ταύτη[ν]
55 τὴν χώραν ὅπως αὐτῶι προσκρίνῃ ὅριά τε στήσῃ· ἔδοξεν· ὡσαύτως περὶ ὧν οἱ αὐτοὶ Πρι-
ηνεῖς πρεσβευταὶ κατὰ πρόσωπον πρὸς Μάγνητας πρεσβευτὰς λόγους ἐποιήσαν-
το περὶ ἀδικημάτων ἃ αὐτοῖς Μάγνητες πεποιήκεισαν, περὶ τούτου πράγματος οὕ-
τως ἔδοξεν, ὅπως Μάαρκος Αἰμύλιος Μαάρκου υἱὸς στρατηγὸς τὸν αὐτὸν δῆμον
[κρῖν]αι κελεύσ[ῃ], ὃς ἂν περὶ χώρας κριτὴς δεδομένος ᾖ, ὃς κρινεῖ ταῦτα ἀδικήματα· εἰ γεγο-
60 [νότ]α εἰσὶν ὑπὸ Μαγνήτων, ὅσον ἂν καλὸν καὶ δίκαιον φαίνηται, διατιμησάσθω, καὶ ὅπως
[εἰς] τὸν αὐτὸν δῆμον κριτὴν Μάαρκος Αἰμύλιος Μαάρκου υἱὸς στρατηγὸς περὶ τούτων τῶν
[πραγ]μάτων γράμματα δῶι, πρὸς ἣν ἂν ἡμέραν ἑκάτεροι παραγίνωνται πρὸς ἑκάτερα τὰ κρί-
[ματ]α [καὶ καθ’][ν ἂ]ν ἡμέραν κρίνωσι [․c.4․ ὅ]πως καὶ [—]
Search Help
Contact Us