Edict of proconsul Qu(intus) Caecil(ius) Secundus
Servilianus, granting Mandragoreis market privileges, with
subscribed document recording opening of market; AD 209; found at
Mandragoreis: *Nollé, Nundinas instituere 13, ll. 20-50; SEG 32,
1149.
[ ]
Nollé, NunInst 13.20-50
| 20 | [ἐ]κ̣γεγραμμένον καὶ ἀντιβεβλημένον ἐκ τεύχους χαρ- |
| τίνου διαταγμάτων ἐκ τοῦ ἐν Μαγνησίᾳ ἀρχείου, ἐφ’ οὗ | |
| ἐστιν ἀντιγραφεὺς Μόνιμος Ζωσίμου, διάταγμα | |
| τὸ ὑπογεγραμμένον· Κό(ϊντος) Καικίλ(ιος) Σεκοῦνδος Σερουιλι- | |
| ανὸς ἀνθύπατος λέγει· ἐντευχθεὶς πρὸ βήματος | |
| 25 | ὑ̣πὸ τῶν κηδομένων τῆς περὶ Μανδραγορειν κατ- |
| οικίας, αἰτησαμένων παρὰ ἐμοῦ τῷ τόπῳ τὴν | |
| κ̣αλουμένην ἀγορεῖον τρὶς ἐν ἑκάστῳ μηνὶ γείνεσθαι | |
| παρ’ αὐτοῖς τῇ{ς} τε ἐνάτῃ{ς} ἱσταμένου τοῦ μηνὸς {καὶ} | |
| κ̣αὶ ἐννεακαιδεκάτῃ καὶ τριακάδι, ἐπανγειλαμένων | |
| 30 | τὴν τοιαύτην ἀξίωσιν μηδενὶ βλάβην φέρειν, ἀλλὰ μηδὲ |
| παραλυπεῖσθαι τὰς προθεσμίας τῶν παρ’ ἑτέροις συν- | |
| α̣γομένων πανηγύρεων, ἀφορῶν εἰς τὴν τύχην τῶν θειο- | |
| τ̣άτων ἡμῶν αὐτοκρατόρων, οἳ πᾶσαν τὴν ἰδίαν αὐτῶν | |
| οἰκουμένην αὔξεσθαι πρὸς τὸ κρεῖττον ἐθέλουσιν, φανερὸν̣ | |
| 35 | [π]οιῶ τούτῳ μου τῷ διατάγματι δεδωκέναι τὰς προγεγρ- |
| [α]μμένας ἡμέρας εἰς ἀγορείου καὶ πανηγύρεως ἐν τῇ Μα[ν]- | |
| δραγορει διάθεσιν. propone volo. Διονύσιος Διονυσίο[υ] | |
| Μ̣άγνης ἀνέδωκα τὸ διάταγμα πρὸ δέκα ἓξ Καλανδῶ̣[ν] | |
| [Ἀ]πριλίων, Αὐρηλίῳ Πονπηϊανῷ καὶ Λολι(ανῷ) Ἀπείτῳ ὑπάτο[ις.] | |
| 40 | Τ̣ιβ(έριος) Ἰού(λιος) Μάρκελλος ὁ ἀρχιερεὺς καὶ γραμματεὺς τῆ[ς] |
| λανπροτάτης Μαγνήτων πόλεως ἀπεθέμην, Λ(ουκίῳ) Ἀὐ̣[ρ(ηλίῳ)] | |
| Πονπηϊαν<⁶¹>⁶¹[⁵¹ῷ]⁵¹ καὶ Λολλίῳ̣ Γεντιανῷ Ἀβείτῳ ὑπάτο[ις,] | |
| μηνὸς Ποσειδεῶνος διʹ. Μόνιμος Ζωσίμου ἀντι[γρα]- | |
| φεὺς ἔδωκα ἐξσφράγισμα. ἐσφράγισαν Μ(ᾶρκος) Αὐρ(ήλιος) Τατιανός, Μ(ᾶρκος) Σόσσιος Ἀμμιανός, Αἴλ̣[ιος] | |
| 45 | Δημόνεικος, Γ(άϊος) Φλ(άουιος) Λεύκιος, Μ(ᾶρκος) Πλώτιος Μελίτων, |
| Κλ(αύδιος) Πωλλίων. vacat ὁ κράτιστος πρεζβευτὴς | |
| 48 | [τῆς] Ἀσίας Ἀλβεῖνος καθιέρωσεν ἐπὶ γραμματέ[ων] |
| τῆς κώμης Μανδραγορειτῶν Ἀθηναγόρα τοῦ Ἀμ- | |
| 50 | [μ]ίου καὶ Πυθᾶ δὶς καὶ Ἀριστείδου τοῦ Ἀπελ[λᾶ.] |