Letter of kome Mandragoreis to proconsul [Qu(intus)
Caecil(ius) Secundus Servilianus] requesting market privilege; AD
209; found at Mandragoreis: *Nollé, Nundinas instituere 13, ll.
1-19; SEG 32, 1149.
[ ]
Nollé, NunInst 13.1-19
| 1 | [δι]ὰ̣ τ̣ὸ καὶ̣ ἄ̣λλας κ[ατοικίας ὁμ]οίως̣ [τῆ]ς̣ [ἀγ]ορε̣ί̣- |
| ου τετυχηκέναι πα[ρὰ σοῦ καὶ τῶν] πρὸ σ̣οῦ ἡγε- | |
| μόνων, ἐν αἷς κα[ὶ Ἀ]τ̣[το]υ[κ]λεις ἡ γείτων | |
| ἔχει κατὰ μῆνα τ[ῆς ἀγ]ο[ρείου] τρεῖς ἡμέρας | |
| 5 | κατὰ̣ μίαν̣ τ̣ῇ τε ὀ[γδόῃ καὶ] ὁκτωκαιδεκά- |
| τῃ καὶ τῇ προτρ̣(ιακάδι) [τ]ο̣[ῦ] μ̣ηνὸς ἑκάστου, ὅθεν ἐπὶ τὴν | |
| πόλιν αὐτὴν τὴν λαμπροτάτην Μαγνήτων οἱ | |
| τὰ ὤνια διατιθέμενοι κατίασιν, μιᾶς διαλειπο[ύ]- | |
| σης μέσης ἀπὸ τῆς Ἀττουκλει συνόδου ἐπὶ τὴν πολι- | |
| 10 | τικὴν ἡμέραν, αὐτῆς τῆς διόδου δι’ αὐτῆς τῆς κώμη[ς] |
| τῆς Μανδραγορει ἀνανκαίως γεινομένης· | |
| ταύτας οὖν, δέσποτα, τὰς μέσας καὶ κενὰς ἡμέρας | |
| [ἀ]πὸ τῆς ἀγορείου τῆς τε ἐν τῇ Ἀττουκλει τε- | |
| λουμένης ἐπὶ τὴν ἐν τῇ πόλει γεινομένην | |
| 15 | σύνοδον αἰτῶ τῇ Μανδραγορει λαβεῖν ἀγορεῖον |
| τήν τε ἐνάτην καὶ ἐννεακαιδεκάτην καὶ τριακάδ[α] | |
| κατὰ ἕκαστον μῆνα, μηδενὸς ἐκ τούτου ζημιώμα- | |
| τος μήτε πόλει μήτε τῷ ἱερωτάτῳ ταμείῳ | |
| γεινομένου. ἐρρῶσθαί σε, κύριέ μου, καί εὐτυχεῖν εὔχομαι. |