Senatus Consultum concerning boundary dispute between
Magnesia Mai. and Priene, authorizing praetor Marcus Aurelius to
choose city to arbitrate; 190/140 BC; found at Magnesia Mai.:
IMagnesia 93.b, ll. 14-30; Syll2 928; IPriene 531II ll. 14-30;
Syll3 679.II, ll. 51-63; FIRA III 162, ll. 51-63; *Sherk 7, ll.
51-63.
[ ]
Sherk 7:51-63
| 51 | ἔδοξεν· ὃς κρινεῖ Μάγνησιν καὶ Πριηνεῦσιν περὶ ταύ[της τῆς] |
| χώρας τῆς παρὰ Πριηνέων ἀποκεκριμένης οὔσης, ἐξ ἧς χώρας Μάγνητ[ες ἑαυ]- | |
| τοὺς ἔφασαν ἐκκεχωρηκέναι, ὁπότερον ἂν τούτων δήμων εὑρίσκηται ταύτην | |
| χώραν εἰσχηκέναι, ὅτε εἰς τὴν φιλίαν τοῦ δήμου τοῦ Ῥωμαίων παραγένετο, ταύτη[ν] | |
| 55 | τὴν χώραν ὅπως αὐτῶι προσκρίνῃ ὅριά τε στήσῃ· ἔδοξεν· ὡσαύτως περὶ ὧν οἱ αὐτοὶ Πρι- |
| ηνεῖς πρεσβευταὶ κατὰ πρόσωπον πρὸς Μάγνητας πρεσβευτὰς λόγους ἐποιήσαν- | |
| το περὶ ἀδικημάτων ἃ αὐτοῖς Μάγνητες πεποιήκεισαν, περὶ τούτου πράγματος οὕ- | |
| τως ἔδοξεν, ὅπως Μάαρκος Αἰμύλιος Μαάρκου υἱὸς στρατηγὸς τὸν αὐτὸν δῆμον | |
| [κρῖν]αι κελεύσ[ῃ], ὃς ἂν περὶ χώρας κριτὴς δεδομένος ᾖ, ὃς κρινεῖ ταῦτα ἀδικήματα· εἰ γεγο- | |
| 60 | [νότ]α εἰσὶν ὑπὸ Μαγνήτων, ὅσον ἂν καλὸν καὶ δίκαιον φαίνηται, διατιμησάσθω, καὶ ὅπως |
| [εἰς] τὸν αὐτὸν δῆμον κριτὴν Μάαρκος Αἰμύλιος Μαάρκου υἱὸς στρατηγὸς περὶ τούτων τῶν | |
| [πραγ]μάτων γράμματα δῶι, πρὸς ἣν ἂν ἡμέραν ἑκάτεροι παραγίνωνται πρὸς ἑκάτερα τὰ κρί- | |
| [ματ]α [καὶ καθ’] ἣ[ν ἂ]ν ἡμέραν κρίνωσι [․c.4․ ὅ]πως καὶ [—] |