Funerary inscription in elegiacs for Batio Artemonos;
167/100 BC: *Herrmann, Chiron, 17, 1987, 178-182, col. 1 (PH);
SEG 37, 990, col. 1.
| 0 | Βατιὼι Ἀρτέμωνος |
| a | χρηστὴ χαῖρε. |
| 1 | πικρή μοι λυκάβαντος ἐπήλυθε μοῖρα δυσαίων |
| οὐλόμενός τε χρόνου μὴν ΑΠΑΤΗΝΟΡΙΩΝ· | |
| ὤλεσα γὰρ καὶ πρὶν τέκνου νεοθηλέα βλαστὸν | |
| ὀρφανά τ’ ἐκ πατρὸς δώματα τῶιδ’ ἔσιδον. | |
| 5 | ἤδη νῦν ἀχθινὸν ἐπιστρωφήσατ’ ἄτρακτον, |
| Μοῖραι, καὶ ζωὰν πλήσατ’ ἐμεῦ τέκεος· | |
| ἀρκεῖ γάρ μοι μικρὸς ὑπὸ χθονὶ παῖς· ὁ δὲ πατρὶ | |
| λιπέσθω γήρως καὶ βιότοιο φύλαξ. |