Epitaph and funerary epigram for Batio, daughter of Artemon. Block of gray marble.
[ ]
Ionia — Miletos — mid-2nd c. BC — Chiron 17 (1987) 179-182 — SEG 37.990
See also:
| left.1 | Βατιὼι Ἀρτέμωνος |
| χρηστὴ χαῖρε. | |
| πικρή μοι λυκάβαντος ἐπήλυθε μοῖρα δυσαίων | |
| οὐλόμενός τε χρόνου μὴν ΑΠΑΤΗΝΟΡΙΩΝ· | |
| 5 | ὤλεσα γὰρ καὶ πρὶν τέκνου νεοθηλέα βλαστὸν |
| ὄρφανά τ’ ἐκ πατρὸς δώματα τῶιδ’ ἔσιδον. | |
| ἤδη νῦν ἀχθινὸν ἐπιστρωφήσαιτ’ ἄτρακτον, | |
| Μοῖραι, καὶ ζωὰν πλήσαιτ’ ἐμεῦ τέκεος· | |
| ἀρκεῖ γάρ μοι μικρὸς ὑπὸ χθονὶ παῖς· ὁ δὲ πατρὶ | |
| 10 | λιπέσθω γήρως καὶ βιότοιο φύλαξ. |
| right.1 | Βατιὼ Πύλωνος, |
| Ἀρτέμων Εἰρηνίου, | |
| Πύλων Εἰρηνίου, | |
| Μενεσθὼ Εἰρηνίου, | |
| 5 | Σώπολις Μόσχου, |
| Ἀπολλώνιος | |
| Μενεσθέως. |