Funerary inscription in elegiacs for Demetria; II1; found
in Yeniköy: *Herrmann, Hermes 86, 1958, pp. 118-121, no. 2; SEG
17, 502; **ZPE 1971, pp. 221-222, no. 16 (ll. 1, 18).
| a.1 | [τύμβος] ὅδ̣’ ἀ̣[μφὶς ἔχει τελ]έσ̣[ασαν τρεῖς] σ̣ε βίο[ιο] |
| ἑβδομάδας, γενέταις δάκρυα χευαμέναν | |
| Ἀντιπάτρωι καὶ μητρὶ Φιλιστιάδι· στυγερὸν δὲ | |
| ἔκλαγον, ὡς ἄφνωι πνεῦμ’ ἔλιπες βιότου· | |
| 5 | σὸς δὲ πόσις ποθέων, Δημήτρια, οὔποτε πλήσθη |
| θρήνων οἰκτρὸν ἰδὼν λέκτρον ὑπὸ χλανίδι. | |
| b.7 | οὐχ ἡδὺν μοι θρῆνον ἐγείρετε, λήξατε δ’ ἤδη· |
| οὐ γὰρ μ’ ἀθανάτην τίκτε Διὸς θυγάτηρ | |
| ἀφρογενὴς Κυθέρεια, βροτοὶ δὲ τλῆτε ἄπειροι? | |
| 10 | οὐκ ἄτερ? ἐγ Μοιρῶν νήματος ἀϊδίου. |
| ὥστ’ ἐπ’ ἐμοί, μῆτερ σὺ Φιλιστιὰς αἶρε τὸ πένθος, | |
| [λ]εί̣πω γὰρ τέκνον Διονυσίου, ὅς μ’ ἔτι παῖδα | |
| 14 | νυμφεύσας ὥραν οὐκ ἀπέλαυσεν ἐμάν· |
| 15 | ἐ̣ς̣ πόντον πλεύσας δ’ οὐκ εἶδέ με τοὔνπαλιν ἐλθώ̣[ν,] |
| ἀ̣λ̣λ̣’ ἔτλη βρυχίαν Νηρέος ἄφνωι ἅλα· | |
| τοῦτον δ’ ἀντίψυχον ἔχοντες σῶμα τὸ τερπνὸν | |
| [ὔμμιν ὑ]π̣ὲ̣ρ̣ γό[ν]ατος̣ [θ]έ̣σθε Φιλοκράτε[ος]. |