[ ]
Phokis — Delphi — 150-140 BC
| 1 | ἄρχοντος Δεξώνδα μηνὸς Βοαθόου, ἐπὶ τοῖσδε ἀπέ- |
| δοτο Ἀντίμαχος Φιάλου, συνευδοκεούσας τᾶς γυναι- | |
| κὸς Μνασιστράτας σῶμα ἀνδρεῖον ὧι ὄνομα Ἀντίμα- | |
| χος, τιμᾶς ἀργυρίου μνᾶν ἕξ, καὶ τὰν τιμὰν ἔχει πᾶσαν, | |
| 5 | καθὼς ἐπίστευσε Ἀντίμαχος τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλεύ- |
| θερος εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸν πάντα βίον, ποιέ- | |
| ων ὅ κα θέληι καὶ ἀποτρέχων οἷς κα θέληι. βεβαιωτὴρ κατὰ | |
| τὸν νόμον· Ἀστόξενος Διονυσίου. εἰ δέ τις ἐφάπτοιτο Ἀντι- | |
| μάχου ἐπὶ καταδουλισμῶι, βέβαιον παρεχόντων οἵ τε ἀποδό- | |
| 10 | μενοι καὶ ὁ βεβαιωτήρ. εἰ δὲ μὴ παρέχοιεν βέβαιον τῶι θεῶι τὰν ὠνάν, |
| πράκτιμοι ἐόντων κατὰ τὸν νόμον τᾶς πόλιος. ὁμοίως δὲ καὶ οἱ | |
| παρατυγχάνοντες κύριοι ἐόντων συλέοντες ὡς ἐλεύθερον | |
| ὄντα καὶ ἀνέφαπτον ἀπὸ πάντων τὸν πάντα χρόνον ἀζάμιοι ἐόν- | |
| τες καὶ ἀνυπόδικοι πάσας δίκας καὶ ζαμίας. μάρτυροι· τοὶ ἱερεῖς | |
| 15 | τοῦ Ἀπόλλωνος Πραξίας, Ἀνδρόνικος καὶ οἱ ἄρχοντες Ἐμμενί- |
| [δας], Ἀλκῖνος, Πράοχος καὶ ἰδιῶται Εὐαγόρας, Ἄσανδρος, Εὐκλεί- | |
| δας Καλλ<ε>ίδα, Διονύσιος Ἀσάνδρου. |