[ ]
Phokis — Delphi — 150-140 BC
| 1 | ἄρχοντος Δεξώνδα μηνὸς Ἀπελλαίου, ἀπέδοτο |
| Σάτυρος Νικομάχου, εὐδοκέοντος καὶ τοῦ υἱοῦ | |
| Κάλλωνος, τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα ἀνδρεῖον | |
| ὧι ὄνομα Θεοδόσιος τὸ γένος Σύρον, καθὼς ἐπίστευσε | |
| 5 | Θεοδό[σι]ος τὰν ὠνὰν τῶι θεῶι, τιμᾶς ἀργυρίου μνᾶν |
| τριῶν στατήρων εἴκοσι, καὶ τὰν τιμὰν ἔχει πᾶσαν, | |
| ἐφ’ ὅτωι ἐλεύθερον εἶμεν καὶ ἀνέφαπτον ἀπὸ πάντων | |
| τὸν πάντα βίον. εἰ δέ τίς κα ἐφάπτηται Θεοδοσίου ἐπὶ | |
| καταδουλισμῶι, κύριος ἔστω ὁ παρατυχὼν συλέων | |
| 10 | ὡς ἐλεύθερον ὄντα ἀζάμιος ὢν καὶ ἀνυπόδικος πά- |
| σας δίκας καὶ ζαμίας. βεβαιωτὴρ κατὰ τὸν νόμον | |
| τᾶς πόλιος· Ἀλκῖνος. μάρτυροι· οἱ ἱερεῖς τοῦ Ἀπόλλω- | |
| νος Ἀνδρόνικος καὶ τοὶ ἄρχοντες Ἀλκῖνος, ἰδιῶται | |
| Μένης, Χαρίξενος, Εὔδωρος, Καλλείδας Εὐκλείδα, | |
| 15 | Στράτων. |