[ ]
Phokis — Delphi — 150-140 BC
| 1 | ἄρχοντος Δεξώνδα μηνὸς Ἐνδυσποιτροπίου, ἐπὶ τοῖσδε ἀπέδοντο Ἀρτεμί- |
| δωρος Ἀπολλωνίου καὶ Φιλίστα Φιλίστου τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶματα | |
| ἀνδρεῖα δύο οἷς ὀνύματα Ἡρακλέων, Φίλιστος, τιμᾶς ἀργυρίου μνᾶν δέκα, | |
| καὶ τὰν τιμὰν ἔχοντι πᾶσαν. καθὼς ἐπίστευσαν Ἡρακλέων, Φίλιστος τῶι Θε- | |
| 5 | ῶι τὰν ὠνάν, ἐφ’ ὅτω ἐλευθέρους εἶμεν καὶ ἀνεφάπτους ἀπὸ πάντων τὸν |
| πάντα χρόνον. βεβαιωτῆρες κατὰ τοὺς νόμους τᾶς πόλιος· Εὐκρ[ά]της Καλ- | |
| λίκωνος, Δρομοκλείδας Ἁγίωνος, Δαμότιμος Ἀνδρονίκου. εἰ δέ τίς κα ἐφά- | |
| πτηται Ἡρακλέωνος ἢ Φιλίστου ἐπὶ καταδουλισμῶι, βέβαιον παρεχόντων τῶι | |
| θεῶι τὰν ὠνὰν οἵ τε ἀποδόμενοι Ἀρτεμίδωρος καὶ Φιλίστα καὶ οἱ βεβαιωτῆ- | |
| 10 | ρες Εὐκράτης, Δρομοκλείδας, Δαμότιμος κατὰ τὸν νόμον τᾶς πόλιος. ὁμοίως |
| δὲ καὶ οἱ παρατυγχάνοντες τῶν ἰδιωτᾶν κύριοι ἐόντων συλέοντες Ἡρακλέ- | |
| ωνα καὶ Φίλιστον ὡς ἐλευθέρους ἐόντας ἀζάμιοι ἐόντες καὶ ἀνυπόδικοι τοὶ | |
| συλέοντες πάσας δίκας καὶ ζαμίας. μάρτυροι· οἱ ἱερεῖς τοῦ Ἀπόλλων- | |
| ος Πραξίας, Ἀνδρόνικος καὶ οἱ ἄρχοντες Ἁγίων, Γενναῖος, Σώστρα- | |
| 15 | τως καὶ ἰδιῶται Νικόμαχος, Μένης, Φήνων, Καλλικλῆς, Θευγένης, |
| Ξενόκριτος, [Κ]αλλι[κράτ]ης, Τιμόκριτος, Κλεύδαμος Πολυκράτεος, Κλεύ- | |
| δαμος Μαντία, Πυῤῥίας Ἀρχελάου. |