[ ]
Phokis — Delphi — 177 BC
| 1 | ἄρχοντος Πραξία, μηνὸς Βυσίου, ἐπὶ τοῖσδε |
| ἀπέδοτο Νικόδαμος Πεισίλα τῶι Ἀπόλλωνι τῶι | |
| Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Διονυσία, | |
| τιμᾶς ἀργυρίου μνᾶν τεσσάρων, καθὼς ἐπί- | |
| 5 | στευσε Διονυσία τῶι θεῶι τὰν ὠνὰν ἐφ’ ὧι |
| τε ἐλευθέραν εἶμεν καὶ ἀνέφαπτον ἀπὸ | |
| πάντων τὸμ πάντα βέον, ποέουσα ὅ κα θέ- | |
| ληι καὶ ἀποτρέχουσα οἷς κα θέληι. βεβαιωτῆ- | |
| ρες κατὰ τὸν νόμον· Κράτων Νικοδάμου, | |
| 10 | Ἀγέας Ἀλεξάνδρου. εἰ δέ τίς κα |
| ἅπτηται Διονυσίας, βέβαιον παρε- | |
| χόντων τῶι θεῶι τὰν ὠνὰν ὅ τε | |
| ἀποδόμενος Νικόδαμος καὶ οἱ βεβαι- | |
| ωτῆρες Κράτων, Ἀγέας. εἰ δὲ μὴ πα- | |
| 15 | ρέχωντι, πράκτιμοι ἐόντων κατὰ |
| τὸν νόμον. ὁμοίως δὲ καὶ οἱ παρατυγχά- | |
| νοντες κύριοι ἐόντων συλέοντες ὡς | |
| ἐλευθέραν οὖσαν, ἀζάμιοι ἐόντες | |
| καὶ ἀνυπόδικοι πάσας δίκας καὶ | |
| 20 | ζαμίας. μάρτυροι· τοὶ ἱερεῖς |
| Ἄθαμβος, Ἀμύντας· ἰδιῶται | |
| Μένης, Μαντίας, Εὐκλείδας. |