[ ]
Phokis — Delphi
| 1 | ἄρχοντος ἐν Δελφοῖς Δάμωνος τοῦ Πολεμά- |
| ρχου, μηνὸς Ἐνδυσποιτροπίου, βουλεύοντος Ξεναγό- | |
| ρα τοῦ Ἁβρομάχου, ἐν δὲ Ἀφίσει(!) ἄρχοντος Σίμου τοῦ Ἀπ- | |
| ολλωνίου, μηνὸς Ποιτροπίου, ἀπέδοτο Ἀριστὼ | |
| 5 | Πύρρου, συνευ[δο]κέοντος καὶ τοῦ υἱοῦ αὐτᾶς Ζωπύρου τοῦ Ἄρχωνος |
| Τιθορέος, τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικῆον κοράσιον οἰκογενές, | |
| ἇι ὄνομα Ἐρωτίς, τιμᾶς ἀργυρίου μνᾶν τριῶν καὶ τὰν τιμὰν ἀπέχει | |
| πᾶσαν. βεβαιωτὴρ Δελφὸς μὲν Αἰακίδας Εὐκλείδα, Ἀμφισσεὺς δὲ | |
| Ἄξιος Σωτηρίχου, ὥστε μηθενὶ ποθήκειν αὐτὰν κατὰ μηθένα τρόπον, | |
| 10 | ἀλλ’ εἶμεν ἐλευθέραν καὶ ἀνέφαπτον πάντα χρόνον ἀπὸ παντός, καθὼς |
| ἐπίστευσε τῶι θεῶι τὰν ὠνὰν Ἐρωτίς. εἰ δέ τις ἐφάπτοιτο αὐτᾶς ἐπὶ κατα- | |
| δουλισμῶι, βέβαιον παρεχέτω τῶι θεῶι τὰν ὠνὰν ἐπ’ ἐλευθερίαι οἵ τε ἀπο- | |
| δόμενοι καὶ οἱ βεβαιωτῆρες, καὶ ἄλλος ὁ παρατυχὼν ἐξουσίαν ἐχέτω συλέων | |
| Ἐρωτὶν ἐλευθέραν, ἀζάμιος ὢν καὶ ἀνυπόδικος ὁ συλέων πάσας δίκας καὶ ζαμίας. | |
| 15 | μάρτυρες· οἵ τε ἱερεῖς τοῦ Ἀπόλλωνος Διόδωρος Φιλονίκου, Πολέμαρχος Δάμωνος· |
| καὶ ἰδιῶται Στραταγὸς Φίλωνος, Διονύσιος Ἀστοξένου, Εὐκλείδας Αἰακίδα, | |
| Σωσίρεις Φιλίππου, Σάτυρος Ζωίλου. |