[ ]
Phokis — Delphi — 181 BC
| 1 | ἄρχοντος Ἀνδρονίκου, μηνὸς Ἡραίου, ἐπὶ τοῖσδε ἀπέδοτο Δαμὼ Κρατεροῦ Δελφὶς τῶι Ἀπόλ- |
| λωνι τῶι Πυθίωι σῶμα ἀνδρεῖον ὧι ὄνομα Σωσίας, τιμᾶς ἀργυρίου μνᾶν τεσσάρων. | |
| βεβαιωτηρ κατὰ τὸν νόμον· Κλεόδαμος Κλέωνος Δελφός. Παραμεινάτω δὲ | |
| Σωσίας παρὰ Δαμὼ ἄχρι κα ζώηι Δαμώ, ποέων τὸ ποτιτασσόμενον πᾶν τὸ δυνα- | |
| 5 | τὸν εὐνόως. εἰ δέ τί κα πάθηι Δαμώ, ἐλεύθερος ἔστω Σωσίας, κυριεύων αὐτὸς αὑ- |
| τοῦ καὶ ἀποτρέχων οἷς κα θέληι, καθὼς ἐπίστευσε τῶι θεῶι τὰν ὠνάν. εἰ δέ τίς | |
| κα ἅπτηται Σωσία ἐπὶ καταδουλισμῶι, ἐπεί κα τελευτάσηι Δαμώ, βέβαιον | |
| παρεχέτω ὁ βεβαιωτὴρ τῶι θεῶι τὰν ὠνὰν κατὰ τὸν νόμον. ὁμοίως δὲ | |
| καὶ οἱ παρατυγχάνοντες κύριοι ἐόντων συλέοντες ὡς ἐλεύθερον ὄντα, | |
| 10 | ἀζάμιοι ὄντες καὶ ἀνυπόδικοι πάσας δίκας καὶ ζαμίας. μάρτυρες· |
| τοῦ Ἀπόλλωνος τοὶ ἱερεῖς Ξένων, Ἄθαμβος, τῶν δὲ ἀρχόντων Μενέ- | |
| στρατος, ἰδιῶται Εὐκλείδας, Δαμοκράτης, Κλέων, Κράτων, | |
| Ταραντῖνος. |