[ ]
Phokis — Delphi — 188/187 BC
| 1 | ἄρχοντος Κλεοδάμου τοῦ Πολυκλείτου, μηνὸς Ποιτροπίου, ἐπὶ τοῖσδε ἀπέδοτο Ἀριστο- |
| κράτεια Δελφὶς τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον ὧι ὄνομα Ῥόδιον, τιμᾶς ἀργυρίου | |
| μνᾶν τριῶν, καθὼς ἐπίστευσε Ῥόδιον τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧι τε ἐλευθέρα εἶμεν καὶ ἀνέφα- | |
| πτος ἀπὸ πάντων τὸν πάντα βίον. βεβαιωτὴρ κατὰ τὸν νόμον· Δαμένης Ὀρέστα Δελφός. Παρα- | |
| 5 | μεινάτω δὲ Ῥόδιον παρὰ Ἀριστοκράτειαν ἄχρι κα ζώηι Ἀριστοκράτεια, ποέουσα τὸ ποτι- |
| τασσομένον πᾶν τὸ δυνατὸν ἀνεγκλήτως. εἰ δέ τί κα μὴ ποιῆι Ῥόδιον τῶν ποτιτασσομένων | |
| ὑπὸ Ἀριστοκρατείας, καθὼς γέγραπται, δυνατὰ οὖσα, ἐξέστω Ἀριστοκρατείαι κολάζειν, καθώς | |
| κα αὐτὰ θέληι, καὶ ἄλωι(!) ὑπὲρ Ἀριστοκράτειαν, ἀξαμίοις ὄντοις καὶ ἀνυποδίκοις πάσας δίκας. | |
| εἰ δέ τί κα πάθηι Ἀριστοκράτεια, ἐλευθέρα ἔστω Ῥόδιον, κυριεύουσα αὐτὸς(!) αὑτᾶς, | |
| 10/11 | καὶ ποιέουσα ὅ κα θέληι, καθὼς ἐπίστευσε τῶι θεῶι τὰν ὠνάν. εἰ δέ τίς κα ἅπτηται Ῥοδίου, τελευτησάσας Ἀριστοκρατείας, βέβαιον παρεχέτω ὁ βεβαιωτὴρ τῶι θεῶι |
| 12 | τὰν ὠνάν, κατὰ τὸν νόμον. Ομοίως δὲ καὶ οἱ παρατυγχάνοντες κύριοι ἐόντω |
| συλέοντες ὡς ἐλευθέραν οὖσαν, ἀζάμιοι ὄντες καὶ ἀνυπόδικοι πάσας δίκας. μάρτυ- | |
| ρες· ὁ ἱερεὺς Ξένων· τῶν ἀρχόντων Ἐτυμώνδας· ἰδιῶται Ξένων, Δαμοχάρης, Μενεκράτης. |