[ ]
Phokis — Delphi — 184 BC
| 1 | ἄρχοντος Κράτωνος, μηνὸς Ἀπελλαίου, ἐπὶ τοῖσδε |
| ἀπέδοντο Πεισίλας. Κράτων Νικοδάμου Δελφοὶ | |
| τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα ἀνδρεῖον ὧι ὄνομα | |
| Ἡρωίδας, τὸ γένος Τενέδιον, τιμᾶς ἀργυρίου μνᾶν | |
| 5 | τεσσάρων, καθὼς ἐπίστευσε Ἡρωΐδας τῶι θεῶι τὰν ὠνὰν |
| ἐφ’ ὧιτε ἐλεύθερος εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων | |
| τὸν πάντα βίον, ποέων ὅ κα θέληι. βεβαιωτὴρ κατὰ τὸν | |
| νόμον· Δαμένης Ὀρέστα Δελφός. μάρτυρες· τοὶ ἱερεῖς | |
| τοῦ Ἀπόλλωνος Ξένων, Ἄθαμβος, καὶ τῶν ἀρχόντων Διόδωρος, Πολυκράτης· ἰδιῶται Καλλίας, | |
| 10 | Δαμοχάρης, Χαρίξενος. |