[ ]
Phokis — Delphi — 186 BC
| 1 | ἄρχοντος Πεισίλα, μηνὸς Ἀμαλίου, ἐπὶ τοῖσδε ἀπέδοτο |
| Φαλακρίων Σωσικράτεος Λαμιεὺς τῶι Ἀπόλλωνι | |
| τῶι Πυθίωι σῶμα ἀνδρεῖον, ὧι ὄνομα Διονύσιος, οἰκογενῆ, | |
| τιμᾶς ἀργυρίου μνᾶν τριῶν καὶ ἡμιμναίου, καθὼς ἐπί- | |
| 5 | στευσε Διονύσιος τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧι τε ἐλεύθε- |
| ρος εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸμ πάντα βίον, | |
| ποέων ὅ κα θέληι. βεβαιωτὴρ κατὰ τὸν νόμον· Ξενοκράτης | |
| Καλλιτέλεος Λιλαιεύς. μάρτυρες τοὶ ἱερεῖς Ξένων, | |
| Ἄθαμβος, τῶν δὲ ἀρχόντων Κλεόδαμος, ἰδιῶται | |
| 10 | Χαρίξενος, Καλλίας, Εὔδαμος, Ἀγάθων, Σωδαμίδας. |