[ ]
Phokis — Delphi — 177 BC
1 | ἄρχοντος Πραξία, μηνὸς Ἰλαίου ἐπὶ τοῖσδε ἀπέδοτο Γλαῦκος Ξένωνος Δελφὸς τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα ἀνδρεῖον |
ὧι ὄνομα Εὐάμερος, ἀργυρίου μνᾶν τεσσάρων, καθὼς ἐπίστευσε Εὐάμερος τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλεύθερος εἶμεν καὶ | |
ἀνέφαπτος ἀπὸ πάντων τὸμ πάντα βίον, ποέων ὅ κα θέληι, καὶ ἀποτρέχων οἷς κα θέληι. βεβαιωτὴρ κατὰ τὸν νόμον· Χαρίξενος Ἀμυνέα. | |
εἰ δέ τίς κα ἃπτηται Εὐαμέρου, βέβαιον παρεχόντω τῶι θεῶι τὰν ὠνὰν ὅτε ἀποδόμενος Γλαῦκος, καὶ ὁ βεβαιωτὴρ Χαρίξενος. εἰ δέ κα μὴ | |
5 | παρέχωντι, πράκτιμοι ἐόντω κατὰ τὸν νόμον. Ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες κύριοι ἐόντω συλέοντες ὡς ἐλεύθερον ὄντα, |
ἀζάμιοι ὄντες καὶ ἀνυπόδικοι πάσας δίκας καὶ ζαμίας. μάρτυρες· τοὶ ἱερεῖς Ἄθαμβος, Ἀμύντας· Κλεύδαμος Μαντία, Ξένων | |
Γλαύκου, Εὐκλείδας Καλλείδα, Ξενόστ[ρατ]ος Ἐχύλλου. |