[ ]
Phokis — Delphi — 185/184 BC
| 1 | ἄρχοντος Εὐκράτεος, μηνὸς Ποιτροπίου, |
| ἐπὶ τοῖσδε ἀπέδοτο Νίκων Νικία Δελφὸς τῶι | |
| Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον | |
| ἇι ὄνομα Ἐλάφιον τὸ γένος Σύραν, τιμᾶς | |
| 5 | ἀργυρίου τριῶν ἡμιμναίων, καθως |
| ἐπίστευσε Ἐλάφιον τῶι θεῶι τὰν ὠνάν | |
| ἐφ’ ὧι τε ἐλευθέρα ειμεν και ανεφαπτος | |
| ἀπὸ πάντων τὸν πάντα βίον, ποέουσα | |
| ὅ κα θέληι. βεβαιωτῆρες κατὰ τὸν νόμον· | |
| 10 | Ἁβρόμαχος Εὐαγόρα, Πολύκλειτος Πεισί- |
| [λα] Δελφοί. μάρτυρες· τοὶ ἱερεῖς | |
| τοῦ Ἀπόλλωνος Ξένων, | |
| Ἄθαμβος· Χαρίξενος | |
| Ἀμυνέα, Ὀρθαῖος | |
| 15 | Χάρητος, Εὐκλεί- |
| δας Καλλείδα. |