[ ] Phokis — Delphi — 177 BC
1 ἄρχοντος Πραξία, μηνὸς Ἰλαίου ἐπὶ τοῖσδε ἀπέδοτο Γλαῦκος Ξένωνος Δελφὸς τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα ἀνδρεῖον
ὧι ὄνομα Εὐάμερος, ἀργυρίου μνᾶν τεσσάρων, καθὼς ἐπίστευσε Εὐάμερος τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλεύθερος εἶμεν καὶ
ἀνέφαπτος ἀπὸ πάντων τὸμ πάντα βίον, ποέων ὅ κα θέληι, καὶ ἀποτρέχων οἷς κα θέληι. βεβαιωτὴρ κατὰ τὸν νόμον· Χαρίξενος Ἀμυνέα.
εἰ δέ τίς κα ἃπτηται Εὐαμέρου, βέβαιον παρεχόντω τῶι θεῶι τὰν ὠνὰν ὅτε ἀποδόμενος Γλαῦκος, καὶ ὁ βεβαιωτὴρ Χαρίξενος. εἰ δέ κα μὴ
5 παρέχωντι, πράκτιμοι ἐόντω κατὰ τὸν νόμον. Ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες κύριοι ἐόντω συλέοντες ὡς ἐλεύθερον ὄντα,
ἀζάμιοι ὄντες καὶ ἀνυπόδικοι πάσας δίκας καὶ ζαμίας. μάρτυρες· τοὶ ἱερεῖς Ἄθαμβος, Ἀμύντας· Κλεύδαμος Μαντία, Ξένων
Γλαύκου, Εὐκλείδας Καλλείδα, Ξενόστ[ρατ]ος Ἐχύλλου.
Search Help
Contact Us