[ ]
Phokis — Delphi — 150-140 BC
| 1 | ἄρχοντος Δαμοστράτου, μηνὸς Βοαθόου, βουλευόντων τὰν |
| πρώταν ἑξάμηνον Σωστράτου τοῦ Σωτύλου, Ἡρακλείδα τοῦ | |
| Καλλία, γραμματεύοντος δὲ Πυρρία τοῦ Ἀρχελάου, ἐπὶ τοῖς δε | |
| ἀπέδοτο Αἰνήσιον Αἰακίδα, συνευδοκέοντος καὶ Φι- | |
| 5 | λοδάμου τοῦ Δώρωνος τοῦ ἀνδρὸς τοῦ Αἰνησίου, |
| τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Σωσι- | |
| κράτεια, τιμᾶς ἀργυρίου μνᾶν τεσσάρων καὶ ἡμιμναίου, καὶ | |
| τὰν τιμὰν ἔχει πᾶσαν, καθὼς ἐπίστευσε Σωσικράτεια τῶι | |
| θεῶι τὰν ὠνάν, ἐφ’ ὧι τε ἐλευθέρα εἶμεν καὶ ἀνέφαπτος ἀ- | |
| 10 | πὸ πάντων τὸν πάντα χρόνον, ποιέουσα ὅ κα θέληι καὶ ἀποτρέ- |
| χουσα ἇι κα θέληι. βεβαιωτὴρ κατὰ τοὺς νόμους τᾶς πόλιος· Αἰα- | |
| κίδας Φιλαιτώλου. εἰ δέ τις ἅπτοιτο ἐπὶ καταδουλισμῶι Σωκρα- | |
| τείας, βέβαιον παρεχοντων τῶι θεῶι τὰν ὠνὰν ἅτε ἀποδο- | |
| μένα Αἰνήσιον καὶ ὁ βεβαιωτὴρ Αἰακίδας. εἰ δὲ μὴ παρέχοιν | |
| 15 | βέβαιον τῶι θεῶι τὰν ὠνάν, πράκτιμοι ἐόντων κατὰ τὸν |
| νόμον τᾶς πόλιος. ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες | |
| κύριοι ἐόντων συλέοντες Σωσικράτειαν ὡς ἐλευθέραν | |
| ἐοῦσαν, ἀζάμιοι ἐόντες καὶ ἀνυπόδικοι πάσας δί- | |
| κας καὶ ζαμίας. μάρτυροι· τοὶ ἱερεῖς τοῦ Ἀπόλλωνος Πρα- | |
| 20 | ξίας Εὐδόκου, Ἀνδρόνικος Φρικίδα, καὶ οἱ ἄρχοντες τᾶς |
| πόλιος Σώστρατος, Ἡρακλείδας, Πυρρίας, ἰδιῶται Φιλαίτω- | |
| λος Αἰακίδα, Μαντίας Κλευδάμου, Λαϊάδας Βαβύλου, | |
| Ἀγαθοκλῆς Ἁρμοδίου, Εὐχαρίδας καὶ Γόργιλος | |
| οἱ Φαίνιος, Τιμόκριτος Εὐκλείδα, Ἀριστό- | |
| 25 | μαχος Ὀλυμπογένεος. |