[ ]
Phokis — Delphi — 140-100 BC
| 1 | ἄρχοντος Σωσιπάτρου, μηνὸς Δαιδα- |
| φορίου, βουλευ[όντ]ων τὰν πρώταν ἑ- | |
| ξάμηνον Ἀντιγένεος τοῦ Διοδώρου, Ἁγίωνος | |
| τοῦ Κλευδάμου, γραμματεύοντος δὲ Ὑβρία τοῦ | |
| 5 | Ξένωνος, ἐπὶ τοῖσδε ἀπέδοτο Ψιθύρα Νικο- |
| λάου τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναι- | |
| κεῖον ἇι ὄνομα Καλλὼ τὸ γένος | |
| [Κ]ολχίδ[α], τιμᾶς ἀργυρίου | |
| μνᾶν πέντε, καὶ τὰν | |
| 10 | τιμὰν ἔχει πᾶσαν, καθὼς ἐπί- |
| στευσε Καλλὼ τῶι [θεῶι] τὰν ὠνάν, ἐφ’ ὧι- | |
| τε ἐλευθέρα εἶμεν καὶ ἀνέφα- | |
| πτος ἀπὸ πάντων τὸν πάντα χρό- | |
| νον, ποιέουσα ὅ κα θέληι καὶ ἀποτρέ- | |
| 15 | χουσα οἷς κα θέληι. βεβαιωτὴρ κατὰ |
| τὸν νόμον τᾶς πόλιος· Πατρέας | |
| Ἀνδρονίκου. εἰ δέ τις ἃπτοιτο Καλ- | |
| λοῦς ἐπὶ καταδουλισσμῶι, βέβαιον πα- | |
| ρεχόντων τῶι θεῶι τὰν ὠνὰν ἅ τε ἀποδο- | |
| 20 | μένα Ψειθύρα καὶ ὁ βεβαιωτὴρ Πατρέας. εἰ δὲ |
| μὴ παρέχοιν βέβαιον τῶι θεῶι τὰν ὠνάν, πρὰ- | |
| κτιμοι ἐόντων τῶι θέλοντι κατὰ τὸν νόμον | |
| τᾶς πολιος. ὁμοίως δὲ καὶ οἱ παρατυγχάνον- | |
| τες κύριοι ἐόντων συλέοντες Καλλὼ ὡς ἐλευ- | |
| 25 | θέραν ἐοῦσαν, ἀζάμιοι ὄντες καὶ ἀνυπόδι- |
| κοι πάσας δίκας καὶ ζαμίας. μάρτυροι· ὁ ἱε- | |
| ρεὺς τοῦ Ἀπόλλωνος Ἄρχων καὶ οἱ ἄρχοντες | |
| Ἀντιγένης, Ἁγίων, Πυρρίας(!), καὶ ἰδιῶται Νικά- | |
| τας, Βάττος, Ἀριστέας, Φίλων Ἰατάδα, Φίλων | |
| 30 | Φιλάγρου, Τιμόκριτος. |